36
μαίμακα, ο καὶ μαιμάων φησὶν Ομηρος. -ὡς δ' ἀναμαιμάει- ̓Αμβλυωπίασ. ὁ ἀμυδρῶς ὁρῶν. ̓Αμβολιεργόσ. ὁ τὸ εργον ὑπερτιθέμενος. ̔Ησίοalpha.142 δος· ἀεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ατῃσι προσπαλαίει. Αμβων. ὁ ὑψηλὸς τόπος. παρὰ τὸ βῶ, βῶν, καὶ ἀνάβων, καὶ κατὰ συγκοπὴν αμβων. κυρίως δὲ αμβων τὸ χεῖλος τῆς λοπάδος, παρὰ τὸ ἐν ἀναβάσει ειναι. οιον· πολλῶν ηδη λοπάδων τοὺς αμβωνας παρειλείξειας. Αμβατοσ. ἀναβατός. ἐκ τοῦ βαίνω, βανῶ, βέβακα, βέβαμαι, βέβαται, βατὸς, ἀναβατὸς, καὶ κατὰ συγκοπὴν αμβατος. ̓Αμβλύσ. ἀσθενὴς, βραδύς. ἀμβλὺς καὶ ὁ μὴ ὀξὺς σίδηρος. παρὰ τὸ μῶλος, ο εστιν ἐγχρονισμὸς τῆς μάχης, γέγονε μωλὺς, ὡς ιππος, ἱππύς· καὶ κατὰ στέρησιν ἀμωλὺς, ὁ μὴ ἐπὶ μῶλον καὶ πόλεμον ἐπιτήδειος· καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ˉβ ἀμβλύς. ̓Αμέγαρτοσ. ὁ μὴ φθόνου αξιος. παρὰ τὸ μεγαίρω, τὸ φθονῶ. οιον· -ἀμέγαρτε συβῶτα- πόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται. δηλοῖ καὶ τὸ πολύ. ὡς τό· -πόνον δ' ἀμέγαρτον οφελλε. κατ' ἐπίτασιν τοῦ ˉα. τὰ γὰρ μεγάλα φθονεῖτε. ̓Αμενηνόσ. ὁ ἀσθενής. παρὰ τὸ μένος αμενος, καὶ πλεονασμῷ τῆς ˉνˉη συλλαβῆς ἀμενηνός. ὡς πέτω, πετηνός. καὶ ἀμενηνῶ ῥῆμα. γράφεται καὶ δίφθογγον, τὸ πετεινός. Αμητοσ. καιρὸς θερισμοῦ, η ἡ θερισθεῖσα χώρα. ̓Αμητὸς δὲ, τὸ εργον τοῦ θερισμοῦ. ̓Αμηχάνητοι. ἀντὶ τοῦ πολλοί. ουτως Ξενοφῶν. ̓Αμισηνόσ. ἀπὸ τόπου. ̓Αμιτροχίτων. ὁ μὴ χρώμενος μίτρᾳ, ο εστι ζώνη πολεμική. alpha.143 ̓Αμίσγαλοσ. ὁ δυσάρεστος, ὁ μὴ αλλῳ μισγόμενος. καὶ ἀμίσαλλος. οιον· -ἀμίσαλλοί τε γέροντες. κατ' ενδειαν τοῦ ˉγ. Αμναμοσ. ἀπόγονος. κυρίως ἐπὶ τῶν προβάτων. παρὰ τὸ ἀμνός. ̓Αμνειόσ. ὁ ποταμός. καὶ ἀμνίς· καὶ ἀμνός. Αμνησ. ονομα ορους. ̓Αμνηκών. προβατώδης. μωρός· εὐήθης. τοιαῦτα γὰρ τὰ πρόβατα. καὶ σκοπεῖς γε τῶν πολιῶν οστις ἐστὶν ἀμνήκων πλούσιος. ̓Αριστοφάνης τοῦτο φησίν. ̓Αμνόν. τὸν ἐνιαύσιον αρνα. τρεῖς γὰρ ἡλικίαι· ἀμνὸς, ἀρνὸς καὶ ἀρνειός. ἀμνὸς, παρὰ τὸ μένος αμενος, η παρὰ τὸ μνοῦς, ο σημαίνει τὴν ἐκ γενετῆς αὐτοῦ μαλακὴν τρίχα, ἐξ ου μνούδην, γίνεται ἀμνὸς, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τριχῶν. ̓Αμνών. ονομα κύριον. ̓Αμμοάτιν. ειδος οφεως. ̓Αμόγητοι. ἀκακοπάθητοι. ̔Αμορβὸς καὶ ἀμορμόσ. ὁ αμα τινὶ ὁρμῶν. ̓Αμοῦσ. κύριον. ̓Αμνισόσ. ποταμὸς Κρήτης. τὸ ˉμˉνˉι ἰῶτα. τὰ εἰς ˉοˉς τρισύλλαβα, ἐπὶ ποταμῶν, ὀξύτονα, εἰ μὲν καθαριεύουσι, διὰ τῆς ˉεˉι διφθόγγου. οιον ̓Αλφειὸς, ̓Ολμειός. εἰ δὲ μὴ, διὰ τοῦ ˉι. οιον ̓Αμνισὸς, Κηφισὸς, ̓Ιλισός. πρόσκειται ὀξύτονα, διὰ τὸ μονιός. τὸ δὲ ∆αρδάνειος, εστιν ονομα ποταμοῦ, καὶ ὑπὲρ τρεῖς συλλαβάς. ἀλλ' ουν ὀξυνόμενον, ἠκολούθησε τὸ ̓Αλφειός. πρόσκειται τρισύλλαβον, διὰ τὸ Σαγγάριος. ̓Αμολγῷ. μεσονυκτίῳ. alpha.144 Αμβροτοσ. αφθαρτος, θεῖος. ̓Αμόσ. ἡμέτερος. ὡς ἀπὸ τοῦ σφέτερος σφὸς δωρικῇ διαλέκτῳ, ουτω καὶ ἀπὸ τοῦ ἁμέτερος ἁμός. ̓Αμυκλαῖοσ. ἀπὸ τόπου. ̓Αμύμων. αψογος, ἀγαθός. παρὰ τὸ μύω τὸ καμμύω· ὁ μέλλων μύσω, ἐξ ου ῥηματικὸν ονομα μύμων, καὶ ἀμύμων, ὁ μὴ κεκαμμυμένος. ̓Αμύντωρ. ὁ βοηθὸς, η καὶ ὁ τιμωρητικός. ̓Αμφίβολοι. πανταχόθεν βαλλόμενοι, η ἀπορούμενοι, η διαφόροις συνεχόμενοι λογισμοῖς. ̓Αμύητοσ. ἀδίδακτος, ἀμαθὴς, μὴ μετασχὼν μυστηρίων. ̓Αμφίβροχοσ. τουτέστι μεθύων. ἡδὺ μέθυ βλύζων ἀμφίβροχος ειματα βάκχῳ. ̔Αμφίδοξον. τὸ ἀμφίβολον. -οἱ δὲ οὐκ ῳοντο δεῖν εἰς ἀμφίδοξον ἀγῶνα συγκαταβαίνειν, δυναμένοις προδήλως νικᾷν. ̓Αμφίδυμοι. πανταχόθεν κατάδυσιν εχοντες καὶ σκέπην. οιον ἀμφίδυνοι, ἀπὸ τοῦ δύνον τὸ σκεπόμενον. λέγεται δὲ καὶ ὁ λιμὴν τῆς Κυζίκου ἀμφίδυμος, δισσὰς ἐξόδους ἐξ ἑκατέρου μέρους εχων, *καὶ εἰσόδους.* ̓Αμυδρόσ. παρὰ τὸ μυδρὸς, ο σημαίνει τὸν πεπυρακτωμένον σίδηρον. ἀμυδρὸς ὁ ἀλαμπής. ̓Αμφιθαλήσ. ἑκατέρωθεν θάλλων. ̓Αμφίκοιτοσ. ὁ τάπης. ̓Αμφιμάσχαλοσ. χειριδωτὸν ἱμάτιον· οἱ δὲ δουλικὸν η μικρὸν χιτωνίσκον. ην δὲ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, ου τὴν μίαν μασχάλαν εραπτον. ̓Αμφιμήτωρ. ὁ ἑτερομήτωρ. alpha.145 ̓Αμφιπάτωρ. ὁ ἐκ τοῦ αὐτοῦ πατρὸς, ἑτέρας δὲ μητρός. ̓Αμφιῤῥῶγασ. πάντοθεν διεῤῥωγότας, ἠνεωγμένους, κολωβοὺς, ἀμφιῤῥῶγας. Αμφισ.