Ἀπόκρισις. Oὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνηται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύ σαντα εὐάρεστον αὐτῷ. Ἂ δὲ προσέταξε τῷ Ἀβραὰμ λαβεῖν ζῶα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριὸν ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προσήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτου θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκα προμηνυτικῆς τῶν ἐσομένων. Τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν. Ἐρώτησις πδ. Eἰ διπλοῦν τὸ ἐν Ἡλίᾳ χάρισμα λαβεῖν Ἐλισσαῖος ἠκού σθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ θαύματα ἐποίησεν, οἷον ὑε τὸν ἐπέχειν καὶ λιμῷ πιέζειν τὴν γῆν, πυρὸς κατὰ θυσιῶν οὐρανίου φοράν, ἱερέων ἀνομούντων σφαγάς, πεντηκοντάρχων ὁλοκαύτωσιν, καὶ τὰ λοιπά; Πόθεν οὖν Ἐλισσαῖος δειχθή σεται τὴν ἑαυτοῦ αἴτησιν καὶ τὴν τοῦ Ἡλία ὑπόσχεσιν κομι σάμενος; Ἀπόκρισις. Oὐκ ᾐτήσατο Ἐλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος περιουσίας δυνάμεως. Τῆς δὲ αἰτήσεως ὅτι οὐκ ἀπέτυχε μαρ τυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε. Τὸ γὰρ ἐγεῖραι δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν τοῖς λοιποῖς θαύμασιν, εἰ ἐβούλετο, περιουσίας τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. Καὶ ἐπὶ μὲν τοῦ Ἡλία πρὸς τὴν χρείαν ἐγίνετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἐλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. Καὶ ὁ μὲν Ἡλίας πῦρ κατή γαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἐλισ σαῖος ἵππους καὶ ἀναβάτας πυρὸς κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ. Ἐρώτησις πε. Eἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφὴ ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; Ὅπερ οὐκ εἶπεν ἐπὶ τῶν ἄλλων ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λα ζάρου καὶ ἐπὶ τοῦ υἱοῦ τῆς χήρας ἢ περὶ τῆς θυγατρὸς Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε. Πῶς οὖν ἐπὶ τού των μόνων σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει ὅτι ἐνεφανίσθησαν πολλοῖς; Ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι. Καὶ εἰ τῷ ὄντι ἔμψυχα ἀνέστησαν σώματα, καὶ εἰ ἐπεβίωσαν ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθα νασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ' ἐκείνους ἐκ τῶν ἐπ' αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Eἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα