1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

36

θυμήρη φωνὴν τῶν βαρβάρων συνυπηχούντων καὶ τοῖς κυμβάλοις κτυπούντων, ὡς πάντα δοκεῖν δονεῖσθαι τὸν τόπον καὶ πρὸς τὴν κραυγὴν ἐκταράττεσθαι. 71.2 εἶτα μετὰ τὴν ἄσημον ἐκείνην καὶ φοβερωτάτην ἠχὴν ἐπεχείρουν πρὸς τὴν γῆν ἀποφορτίζειν τὸν γόμον, διελόντες εἰς μερίδας κατὰ τὸν ἀριθμὸν τῶν νηῶν τὸν παρακείμενον τόπον, ὅπου μιᾶς ἑκάστης φόρτον, ὅστις ποτὲ ἦν, διῃρημένως καὶ ἀποκεκριμένως ἀλλήλων ἐξεκομίζοντο, ὡς ἂν ἀμιγῆ τηρεῖσθαι τὴν ἑκάστης περιουσίαν καὶ τῶν προσόντων ταῖς ἄλλαις παντελῶς ἀνεπίμικτον. 71.3 πᾶσαν οὖν ἐκείνην ἀνάλωσαν εἰς τὴν ἀποσκευὴν τὴν ἡμέραν. 71.4 τῇ δ' ἑξῆς ἐξῆλθον τῆς θαλάσσης οἱ τῶν νηῶν ἀρχηγοὶ διελεῖν πάλιν εἰς ἄλλας μερίδας τό τε πλῆθος τῶν αἰχμαλώτων καὶ τὴν πολλὴν τῶν σκύλων ὕλην, ἧς ἐξίσταντο τὴν πληθὺν οἱ Κρῆτες, οὐδενὶ παραδείγματι συγκρίνειν ἔχοντες τὰ βλεπόμενα. 71.5 ἐπειδὴ δὲ τοῦτο πρῶτον ἔδοξε τοῖς βαρβάροις, ἀναμιχθῆναι τῶν δυστυχῶν τὸν δῆμον, ὅπως τὸν ἀναγνωρισμὸν καὶ αὖθις οἱ συγγενείας τινὸς μετέχοντες ἐν ἀλλήλοις ποιήσωνται, τότε δὴ φοβερός τις ἠκούετο καὶ ταραχώδης θρῆνος πάντων ὡς ἀπὸ μιᾶς πηγῆς ἀφιέντων τοὺς κρουνοὺς τῶν δακρύων, καὶ θρυλλουμένων, εἴ πού τινος εὐτυχήσοιεν τῶν φιλτάτων, καὶ μὴ λάθοι παρελθοῦσα ἡ προθεσμία τῆς ἀνευρέσεως καὶ μείνωσιν ἐπ' οὐδενὶ βεβαίῳ τὴν περὶ αὐτοὺς ψυχαγωγίαν ἐλπίσαντες. 71.6 περιήρχοντο γοῦν αἱ δυστυχεῖς γυναῖκες, τὰς κόμας ἔχουσαι λελυμένας, πανταχοῦ περισκοποῦσαι καὶ διαβρόχους τοὺς ὀφθαλμοὺς περιάγουσαι, τίνι τῶν τέκνων πρῶτον ἐντύχωσιν. 71.7 οἱ δὲ δὴ παῖδες, ὅσοι τὰ δεινὰ τῆς θαλάσσης διέφυγον, καθάπερ τινὲς ἁπαλοὶ μόσχοι γοερὸν μυκῶνται τῆς θηλῆς ἀφαιρούμενοι, οὕτω δὴ καὶ οὗτοι ἐλεεινόν τι καὶ συμπαθὲς ἐκλαυθμύριζον, ἄλλος κατ' ἄλλο μέρος τῆς διασπορᾶς ἐκείνης γενόμενοι καὶ τὰς μητέρας ἀνακαλούμενοι· 71.8 οἷς καὶ περιτυγχάνουσαι πολλάκις αἱ δείλαιαι μητέρες τὴν φυσικὴν ἐκίνουν ἐπ' αὐτοῖς συμπάθειαν, περιπλεκόμεναι τοῖς αὐχέσι καὶ πάντα αὐτῶν καταφιλοῦσαι τὰ μέλη καὶ δάκρυσι πλύνουσαι, τοῦτο μόνον ἡγούμεναι μέγα τι καὶ θαυμαστὸν ὡς ἐν δεινοῖς παρηγόρημα τὸ παρ' ἐλπίδα σωθῆναι καὶ ζῶντας αὐταῖς καὶ αὖθις τοὺς φιλτάτους ἀποδοθῆναι. 71.9 ἀλλὰ ταῦτα μὲν ἐπὶ ταῖς ἐχούσαις ἐν χερσὶν ἤδη τοὺς παῖδας καὶ τὸ κατ' αὐτοὺς ἀσφαλὲς ἐκ τῆς πείρας αὐτῆς γνωριζούσαις· 71.10 τί δ' ἂν εἴποιμεν περὶ τῶν ἄλλων, ὧν καθ' ὑδάτων τὰ βρέφη διόλωλε καὶ ἄδηλον ἦν αὐταῖς τὸ συμβάν, πῶς τῷ φυσικῷ συνείχοντο πάθει, 71.11 πῶς διεσπάραττον τοὺς χιτῶνας, τὸν ἔνδον τῆς καρδίας μὴ ὑπομένουσαι κλύδωνα, 71.12 πῶς οὐκ ἤθελον οὐδαμοῦ στῆναι, ἀλλὰ περιήγοντο φερόμεναι μάτην ὑπὸ τῆς ἀλόγου τοῦ πάθους ὁρμῆς, τῇδε κἀκεῖσε τὰ ὄμματα περιστρέφουσαι, εἴ πού τινα τῶν ποθουμένων θεάσοιντο ἤ τινος περὶ αὐτῶν ἀκριβῶς ἰδόντος ἀκούσοιντο, ἵν' ἐκείνῳ τὸ τῆς ψυχῆς φλεγμαῖνον κενώσειε; 71.13 καὶ ταῦτα μὲν ἔπραττον ἐπὶ δυσὶ πολλάκις ἢ καὶ τρισὶν ἡμέραις, ἕως πολλὰ καμούσαις ἄλλοι τινὲς τῶν γνωρίμων τὸ περὶ τῶν ζητουμένων ἐδήλωσαν πέρας, λιμοῦ πολλάκις ἢ δίψης ἔργον τοὺς φιλτάτους αὐτῶν γεγενημένους· 71.14 ἐξ οὗ δὴ καὶ μᾶλλον τὸ πάθος ἐξαγριάνασαι, γεγωνοτέροις θρήνοις καὶ ἄλλοις θλιβερῶν εἴδεσι τοὺς ἀποιχομένους ἐφιλοφρόνουν. 71.15 ἀλλὰ τί μάτην τὴν ἐπὶ τούτοις ἐπιχειρῶ συγγραφήν, οὐδὲ τὸ πολλοστὸν μέρος τῶν τότε πεπραγμένων ἱκανὸν παραστήσασθαι; 71.16 ἐκεῖνον γὰρ αὐτὸν ἔδει παρεῖναι τὸν τοὺς θρήνους τῆς Ἱερουσαλὴμ ἀναγραφόμενον Ἰερεμίαν, ἵν' ἐπαφῇ δάκρυον ἀπαρηγόρητον ἐπὶ τοσοῦτον λαὸν τοσαύταις ἀλγηδόσι κατατρυχόμενον. 71.17 οὐ γὰρ οὕτω φωνὴν ἀφῆκε Ῥαχὴλ ἐν Ῥαμᾷ, ὅτε τὴν στέρησιν τῶν τέκνων ἀπωλοφύρετο, καθώς φησιν ἡ γραφή, ὡς ἡ κοιλὰς ἐκείνη καθ' ἣν ἐτελεῖτο ταῦτα τὰς ἀλγηδόνας τῶν ἁλόντων συνεπιτείνουσα. 72.1 Οἷον γὰρ πάλιν ἀπὸ τούτων παρὰ τῶν μισοθέων ἐπράχθη κακόν! 72.2 καθὸ γὰρ φθάσαντες ἔφημεν, λογισαμένων αὐτῶν πρῶτον ὡς εἰ κατὰ συγγένειαν πρὸς ἀλλήλους οἱ τοῦ πλήθους ἀναμιχθῶσι τῶν αἰχμαλώτων, καὶ τῶν