1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

36

ξένην γαμηθῆναι αὐτῷ, τὴν δὲ ἀπειποῦσαν κρῖναι μητέρα. 4.60 Τῇ πρὸ δέκα Καλενδῶν Ἀπριλίων καθαρμὸς σάλπιγγος καὶ κίνησις τῶν ὅπλων, καὶ τιμαὶ Ἄρεος καὶ Νερίνης, θεᾶς οὕτω τῇ Σαβίνων γλώσσῃ προσαγορευομένης, ἣν ἠξίουν εἶναι τὴν Ἀθηνᾶν ἢ καὶ Ἀφροδίτην· νερίνη γὰρ ἡ ἀνδρία ἐστὶ καὶ νέρωνας τοὺς ἀνδρείους οἱ Σαβῖνοι καλοῦσιν. αὐτὴν δὲ μετὰ Ἄρεος ἡγεῖσθαι τῶν πολέμων καὶ Ὅμηρος δείκνυσι λέγων· ταῦτα δ' Ἄρηι θοῷ καὶ Ἀθηνᾷ πάντα μελήσει. οἱ γὰρ Ἀφροδίτην εἶναι νομίζοντες τὴν Νερίνην πλανῶνται, καὶ μάρτυς κἀνταῦθα Ὅμηρος· οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα. 4.61 Ὁ Φίλιππος δύεσθαι τῇ πρὸ ἐννέα Καλενδῶν Ἀπριλίων τὰς ὑάδας μετὰ νότου, ἀνίσχειν δὲ λέγει ὁ Μητρόδωρος. τῇ πρὸ ὀκτὼ Καλενδῶν ἰσημερία ἐαρινή. 4.62 Ὅτι ψαλίς ἐστιν οἰκοδομῆς εἶδος ἡμικυλίνδρου τὸ σχῆμα ἐχούσης. 4.63 Ὅτι ἡ ∆ημήτηρ πόλεώς ἐστι καταρκτικὴ οἱονεὶ ἡ γῆ· ὅθεν καὶ πυργοφόρον αὐτὴν γράφουσι. λέγεται δὲ καὶ Κυβέλη ἀπὸ τοῦ κυβικοῦ σχήματος κατὰ γεωμετρίαν ἡ γῆ, διὰ τὸ βάσιμόν τε καὶ στάσιμον· εἰ καὶ σφαιρικὴν οἱ Στωϊκοὶ ταύτην ὁρίζονται. 4.64 Ἀπρίλιος. Τοῦ πρώτου μηνός, ὡς ἐλέγομεν, κατὰ τὴν τῆς μονάδος ἐξοχὴν ταῖς τιμαῖς τῶν νοητῶν ἀνατεθέντος, εἰκότως ὁ μετ' αὐτὸν τουτέστιν ὁ δεύτερος, ὃν πατρίως Ῥωμαῖοι Φεβρουάριον καλοῦσι, κατὰ τὸ ἄπειρον τοῦ ἀριθμοῦ Πλούτωνι καὶ τοῖς καταχθονίοις ἀφωρίσθη. Ἀΐδην δὲ αὐτὸν καλοῦσιν· ἡ γὰρ δυὰς ὡς ἀνείδεος καὶ ἀοριστός ἐστιν, ὅθεν αὐτὸς τῶν ἀειδῶν καὶ ἀπόστασιν ἀπὸ τῶν θείων ἐσχηκότων βασιλεὺς εἶναι λέγεται. ὀρθῶς οὖν ὁ Φιλόλαος τὴν δυάδα Κρόνου σύνευνον εἶναι λέγει, ὃν κατὰ τὸ προφανὲς χρόνον ἄν τις εἴποι. συνάπτεται δὲ τῷ χρόνῳ ἡ δυὰς ὡς τῆς φθορᾶς αἰτίῳ· μήτηρ δὲ αὐτὴ τυγχάνει τῆς ῥευστῆς οὐσίας. τὸν δὲ τρίτον, τουτέστι τὸν Μάρτιον, εἴτε κατὰ τὸν πρῶτον περιττόν, εἴτε ὡς πάτριον θεὸν τὸν Ἄρην, εἰς τοῦτο τάξεως ἀριθμοῦ ἀνέθεντο· ἡ γὰρ τριὰς ἀρχὴ ἀριθμοῦ· ὥστε οὐκ ἔξω φιλοσοφίας τὸν Ἄρεα ζευγνύουσι τῇ Ἀφροδίτῃ· τῇ γὰρ δυάδι συνελθούσης μονάδος πρῶτος ἀριθμὸς ἐτέχθη, ὃς καλεῖται ὑπ' ἐνίων τέλειος, ὅτι πρῶτος τὰ πάντα σημαίνει, καὶ πρῶτος ἔδειξεν ἀρχὴν μέσα τέλος· εἰκὼν γάρ ἐστιν ἐπιπέδου καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη· ἰσόπλευρον ἰσοσκελὲς σκαληνόν. τὸν δὲ τέταρτον, ὅν Ἀπρίλιον ὀνομάζουσι, κατὰ τὴν τῶν στοιχείων φύσιν τῷ τετάρτῳ ἀριθμῷ ἀνέθεντο, τουτέστιν Ἀφροδίτῃ· ἡ γὰρ τοῦ παντὸς αἰσθητοῦ φύσις ἐκ τεσσάρων ἐστὶ στοιχείων, αὕτη δ' ἂν εἴη κατὰ τοὺς φυσιολόγους Ἀφροδίτη. πρῶτος οὖν τετράγωνος ἀριθμὸς οὗτος καὶ τετρακτύς, ἀλλὰ μὴν καὶ πρῶτος ἔδειξε τὴν στερεὰν φύσιν· σημεῖον γάρ, εἶτα γραμμή, εἶτα ἐπιφάνεια, εἶτα στερεόν, ὅ ἐστι σῶμα. ἐκ τεσσάρων δὲ ἡ τοῦ ..... τέταρτον ἀριθμὸν Ἀφροδίτῃ τουτέστι τῇ φύσει τῶν πραγμάτων ἀνέθεντο. ἀνθ' ὅτου δὲ οὕτως ἔδοξε Ῥωμαίοις τὸν τέταρτον ὀνομάσαι μῆνα, διὰ βραχέων ἐρῶ· τέως δὲ κατὰ τὸ πρόσθεν ἐπηγγελμένον ὀλίγα ἄττα περὶ τῆς κατὰ Ἀφροδίτην θεωρίας διαλήψομαι. οἱ φυσικοὶ τοιγαροῦν τὸν ἐαρινὸν εἶναι καιρὸν τὴν Ἀφροδίτην βούλονται· οὗτος δ' ἂν εἴη ὁ ἐν ταύρῳ ἥλιος· καὶ ἀποστρεφομένην αὐτὴν τὸν Ἄρεα ποιοῦσιν, ὡς ἐλέγομεν, τὸν Ἄρεος μῆνα-οὗτος δ' ἂν εἴη ὁ Μάρτιος-, προστιθεμένην δὲ τῷ Ἀδώνιδι, τουτέστι τῷ Μαΐῳ, καθ' ὃν ἤδη καὶ ἐαρίζει τὰ ὄρνεα· τοῦτον δὲ ἀναιρεθῆναι ὑπὸ τοῦ Ἄρεος μεταβληθέντος εἰς ὗν, οἱονεὶ τὸ ἔαρ ὑπὸ τοῦ θέρους ἀναιρεῖσθαι· θερμὴ γὰρ ἡ φύσις τοῦ ὑὸς καὶ ἀντὶ τοῦ θέρους αὐτὸν οἱ μυθικοὶ λαμβάνουσιν. ἢ ὡς ἄλλοις δοκεῖ, Ἄδωνις μέν ἐστιν ὁ καρπός, Ἄρης δὲ ὁ σῦς· πολέμιον δὲ τὸ ζῶον τοῖς καρποῖς, ὥσπερ σωτήριος βοῦς· καὶ διὰ τοῦτο Αἰγύπτιοι ἔτι καὶ νῦν βοῶν μὲν ὡς ἐπίπαν ἀπέχονται, τοῖς δὲ ὑείοις ὡς μάλιστα πρὸς ἐδωδὴν κατακέχρηνται. Εὐριπίδης δὲ Ἀφροδίτην αὐτὴν ἀξιοῖ ὀνομασθῆναι ἐκ τοῦ ἄφρονας τοὺς ἐρῶντας ἀποτελεῖν. ὁ δὲ Χρύσιππος οὐ ∆ιώνην ἀλλὰ ∆ιδόνην αὐτὴν ὀνομάζεσθαι ἀξιοῖ