μάχη καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο.
Τούτους οὖν προσεταιρισάμενος μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς ἐπὶ συνθήκαις ῥηταῖς μεθ' ἑαυτοῦ συνεπήγετο, καὶ τῆς ὁδοῦ ἀρξάμενος ἐχώρει ἐπὶ τὴν Νίκαιαν. Πολὺ δὲ πλῆθος ἐκ τῆς μεγαλοπόλεως ἑκάστοτε συνέρρεον πρὸς αὐτόν· καὶ τὸ δὴ παράδοξον, ὅτι οὐδὲ οἱ Τοῦρκοι αὐτῷ ἐμποδὼν καθίσταντο, προέπεμπον δὲ μᾶλλον σὺν αἰδοῖ καὶ σεβάσματι. Καὶ ἡ βασιλὶς δὲ τῶν πόλεων καὶ πᾶν τὸ ἐν αὐτῇ ἐξαίρετον, ὅσον τε ἐν ἄρχουσι καὶ ὅσον ἐν ἀστικοῖς καὶ δημοτικοῖς, ἀλλὰ μὴν καὶ τὸ τῆς Ἐκκλησίας ἔκκριτον, κοινῇ συνελθόντες εἰς τὸν περίπυστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας νεών, ἄρτι τῶν τοῦ Εὐαγγελισμοῦ τῆς Θεομήτορος ἐπιβατηρίων ἐφισταμένων, ἀναγορεύουσι 178 τὸν Βοτανειάτην αὐτοκράτορα, προεξάρχοντος τούτων τοῦ πατριάρχου Θεουπόλεως μεγάλης Ἀντιοχείας, τοῦ ὀνομαζομένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. Συννεύει τε πᾶς ὁ κλῆρος αὐτῷ καὶ ἡ σύγκλητος καὶ ἡ πόλις σχεδὸν ἅπασα. Καὶ διαιρεθέντες κατὰ φατρίας οἱ τῆς πολιτείας ἐπώνυμοι συνταγματάρχας τε προβάλλονται καὶ λόχους ἐπιφανεῖς συνεστήσαντο· κυριεύουσι δὲ καὶ τῶν ἀνακτόρων ἐξ ἐφόδου καὶ στρατιώτας ἐφιστῶσι, τοὺς τοῦ βασιλέως Μιχαὴλ ἐκδιώξαντες πολέμῳ τε τὸ μισθοφορικὸν καταγωνισάμενοι. Καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μιχαήλ, φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα σὺν τῇ αὐγούστῃ Μαρίᾳ τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ, καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον τῇ μονῇ τοῦ Στουδίου μετ' εὐτελοῦς τοῦ ὑποζυγίου παραπέμψαντες, μοναρχήσαντα χρόνους ἓξ πρὸς μησὶν ἕξ, ἐν αὐτῷ τῷ Σαββάτῳ καθ' ὃ ἡ ἐπὶ Λαζάρῳ θαυματουργία παρὰ τῶν πιστῶν ἑορτάζεται· καὶ προϊστῶσιν ἀρχὰς τάς τε ἐπὶ ξηρᾶς, ἀλλὰ μὴν καὶ τῆς θαλάσσης, δρουγγάριον τοῦ στόλου προβαλλόμενοι. Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων φερομένων παρὰ πᾶσαν προσδοκίαν τοῦ τε βασιλέως καθαιρεθέντος ὁ Βοτανειάτης πεποιθὼς ἐχώρει πρὸς τὸ Βυζάντιον, ἀναίμακτον ὥσπερ ἀπολαμβάνων τὴν ἀρχὴν τῆς αὐτοκρατορίας, εἰ καὶ αὐτὸς πρὸς μάχας καὶ πολέμους διεσκευάζετο καὶ τὸ ὑπ' αὐτὸν συνεκρότει στρατιωτικόν. Ὁ δὲ λογοθέτης Νικηφόρος καὶ ὁ τούτου ὁμοιότροπος ∆αβὶδ πρὸς ἑσπέραν ἐξώρμησαν, καὶ καταλαμβάνουσι τὸν Ῥουσέλιον ἐν Ἡρακλείᾳ αὐλιζόμενον καὶ τὰ κατὰ τῆς τῶν ἀντιπάλων νίκης τῷ Θεῷ χαριστήρια θύοντα. Οἱ δὲ τῆς πόλεως, ἐπὶ τρισὶν ἡμέραις τὰ ἀνάκτορα ἄτερ βασιλέως συντηρήσαντες, 179 γράμμασι τὸν Βοτανειάτην διαναστῆναι καὶ ἐλθεῖν ταχινώτερον ἐπέσπευδον. Σπουδῇ δὲ εἰς Πραίνετον ἀφικόμενος, ἕνα τῶν σὺν αὐτῷ ἄνδρα γενναῖον καὶ δραστήριον ἀποστείλας, Βορίλον τὸν ἑαυτοῦ δοῦλον, κρατεῖ τὰ ἀνάκτορα. Μετ' ὀλίγον δὲ καὶ αὐτὸς εἴσεισι κατ' αὐτὴν τὴν Μεγάλην Τρίτην καὶ ταῖς τοῦ πατριάρχου χερσὶ τῷ βασιλικῷ ταινιοῦται διαδήματι. Φιλοτιμησάμενος δὲ πάντας τοὺς σὺν αὐτῷ ἔν τε δώροις καὶ κτήμασι καὶ ἀξιώμασι, καὶ τοὺς Τούρκους δὲ ἐσκηνωμένους κατὰ τὴν Χρυσόπολιν φιλοφρονησάμενος, τῶν ἄλλων πραγμάτων τῆς βασιλείας ἐφήψατο. Πάσας δὲ τὰς δημοσιακὰς ὀφειλὰς ῥιζόθεν ἀπέτεμεν οὐ μετὰ προσδιορισμοῦ, ἀλλὰ συλλήβδην πάντων τῶν χρόνων ὁμοῦ, ὡς μηδ' ὄνομα τούτων ἢ μνήμην εὑρίσκεσθαι. Ἐπεὶ δὲ ὁ Βρυέννιος ἐκτὸς ὢν τὰ τῆς ἑσπέρας ἐκύκα καὶ συνεκλόνει, στέλλεται πρὸς αὐτὸν πρεσβεία βασιλικὴ ἀπαγγέλλουσα μεταθέσθαι μὲν τὴν ἄλογον ὄρεξιν, τὴν δὲ τοῦ καίσαρος λαβόντα τύχην στῆσαι τὴν ἔφεσιν. Ἐπεκύρου δὲ καὶ τὰς τιμὰς τοῖς αὐτῷ συναποστατήσασιν. Ὁ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος καὶ τῆς βασιλείας μὴ ἐξιστάμενος μηδὲ τῶν πρωτείων παραχωρῶν, ὧν οὐκ ἦν κύριος. Στέλλεται καὶ δευτέρα πρεσβεία πρὸς αὐτὸν καὶ γέγονεν ἄπρακτος. Ἐπὶ ταύτῃ δὲ καὶ τρίτη πρεσβεία φοιτᾷ, σταλέντος Ῥωμανοῦ πρωτοπροέδρου καὶ μεγάλου ἑταιρειάρχου, τοῦ Στραβορωμανοῦ. Οὐδὲ κἀκείνην οὖν δέχεται, μᾶλλον μὲν οὖν καὶ