36
πυρὸς, οὕτως ἀπολοῦνται.» «Ἀνταποδώσει Κύριος κατὰ τὴν ἀνομίαν αὐτῶν· καὶ κατὰ, κ. τ. λ.» «Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι.» «Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.» «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματα, κ. τ. λ.» «Πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.» «Ἁμαρτάνοντας καταδιώξεται κακά.» «Ὁδοὶ ἀσεβῶν ἀπολοῦνται.» «Αἱ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, καὶ οὐκ οἴδασι πῶς προσκόπτουσιν.» «Ἔγγονον κακὸν, μάχαιρα τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας στομίδας, ὥστε ἀναλίσκειν τοὺς ταπεινοὺς τῆς γῆς.» «Πρόχειρος γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἡ ἀπώλεια.» «Οὗ ἐὰν εἰσέλθῃ ἀσεβὴς, ἀφανίζεται.» «Καρποὺς ἀσεβῶν ἀναστρέψει Κύριος.» «Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα.» 95.1153 «Στόμα ἀσεβῶν καλύπτει πένθος ἄωρον.» «Συντριβὴ ἀσεβῶν, πενία.» «Παραπονηρευομένης καταιγίδος ἀφανίζεται ὁ ἀσεβής.» «∆ιωγμοὶ ἀσεβῶν εἰς θάνατον.» «Λαμπτὴρ ἀσεβῶν, ἁμαρτία.» «Ἔργα ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.» «Ἀσεβὴς ποιεῖ ἔργα ἀδικίας.» «Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.» «Ἄδικοι ἀπολοῦνται συντόμως.» «Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν.» «Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος.» «Γλῶσσα ἀδίκου ἐξολεῖται.» «Ἀσεβὴς οὐχ ἕξει παῤῥησίαν.» «Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ.» «Ὁδὸς κακοῦ, καὶ ποῦς παρανόμου, ἀπολεῖται ἐν ἡμέρᾳ κακῇ.» «Βδέλυγμα Κυρίῳ, ὁδοὶ ἀσεβοῦς.» «Ἀνθ' ὧν ἠδίκουν νηπίους, φονευθήσονται.» «Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς ἀνθρώπων.» «Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸς, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ.» «Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν.» «Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται.» «Μακρὰν ἀπέχει ἀπὸ ἁμαρτωλῶν ὁ Θεός.» «Ἀκάθαρτος ἔναντι Κυρίου πᾶς παράνομος.» «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.» «Συντέλεια εἰς ἀσεβεῖς ἥξει.» «Ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.» «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἔσονται ὥσπερ τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἰσχὺς αὐτῶν ὡς καλάμη στυπασίου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.» «Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.» «Ἐντελοῦμαι τῇ οἰκουμένῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν.» «Οὐ μὴ μείνῃ εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν.» «Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου μετὰ θυμοῦ καὶ 95.1156 ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» «Ἡ γῆ τῶν ἀσεβῶν πεσεῖται.» «Τρόμος λήψεται τοὺς ἀσεβεῖς.» «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.» «Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.» «Ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις, εἶπεν ὁ Κύριος.» «Ὁ ἄνομος θύων μόσχον, ὡς ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὑῶν.» «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος.» «Καὶ ἔσται ὡς στιγμή.» «Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ' ὕπνον, ὁ πλοῦτος τῶν ἐθνῶν, καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πεινῶν, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν.» «Εἶπεν Κύριος πρός με· Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, ὅτι ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔσται ἡ ψυχή μου πρὸς αὐτούς.» «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.» «Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου, ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός.» «Τάδε λέγει Κύριος· Αὐτοὶ οἰκοδομήσουσιν, ἐγὼ δὲ καταστρέψω.» «Ἐν ἴσῳ μισητὰ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέβεια· τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσεται.» «Ἐλπὶς ἀσεβῶν ὡς φερόμενος