ὀρθριώτερον οὗτος ἀναγορεύεται, νυκτὸς ἀνιὼν εἰς τὸ Καπιτώλιον διὰ τῆς δεσποίνης ἐν ὅπλοις, καὶ λαθὼν τοὺς τῆς βασιλίδος υἱεῖς. Καὶ ὡς τὰ πράγματα ἔδειξαν, οὐ πάνυ μάτην ἠλπίκασιν οἱ πολλοί. τῶν γὰρ Ῥωμαϊκῶν σκήπτρων ἐπιλαβόμενος οὗτος, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πολιτικῶν πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅτι μάλιστα προγονοὺς εἶχε περὶ αὐτὸν καὶ συνέδρους, εἰπεῖν δὲ δεῖ καὶ ἐφέδρους, καὶ σὺν αὐτοῖς τὸν τούτων πατράδελφον 102 Ἰωάννην τὸν Καίσαρα. ἤρξατο γὰρ αὐτίκα ἐν αὐτοῖς τοῖς πολιτικοῖς διατάγμασι καὶ τῶν παρατυχόντων στρατιωτῶν τοῖς ἐπισημοτέροις συνομιλεῖν, καὶ περὶ πολεμικῶν ἀγώνων βουλεύεσθαι, καὶ πρεσβευτὰς ἑτοιμάζειν, καὶ πανταχόθεν τοῖς ἐναντίοις διακωλύειν τὰς προσβολάς. διὰ ταῦτά τοι καὶ χρόνος οὔτι συχνὸς κατέσχε τοῦτον εἰς τὰ βασίλεια, ἀλλὰ μετὰ διττὴν σεληναίαν περίοδον ἡ τῆς ἑώας τοῦτον ἐδέξατο Προποντίς, καὶ τὸ παράσημον τῆς βασιλικῆς σκηνῆς πᾶσιν ὁμοῦ παρεστήσατο τὴν βασιλίδα πρὸς τὴν ἑώαν ἐκστρατείαν καὶ ἀποφοίτησιν, καὶ ὁ ζῆλος τῆς ἐκδικίας νενίκηκε τὴν κατὰ τὴν βασιλίδα τρυφήν τε καὶ θυμηδίαν, καὶ τὸ κατὰ τὰς προόδους μέχρις οὐρανοῦ φθάζον κλέος καὶ πόνους τούτων ἀντικαταλλάξασθαι τὸν κρατοῦντα παρέπεισεν. ὃ καὶ πάντας κατέπληξε, συμβαλόντας ὅτι εἰς τὸ διατάξασθαι μόνον τὴν τῆς ἐκστρατείας παρασκευὴν καὶ ἀποσκευὴν οὐδὲ τριῶν ὅλων διάστημα μηνῶν ἐξαρκεῖ. ὃ δὲ νεοπαγὴς γεγονὼς τά τε ἄλλα καταστησάμενος ἦν, καὶ πρὸς τῇ ἀποσκευῇ καὶ στρατιωτικὸν ἐκ τῆς ἑσπέρας καὶ τῆς τῶν Καππαδοκῶν φθάσας προσυνελέξατο, καὶ Σκύθας συνεκαλέσατο, καὶ πρὸ τῆς τούτων ἐπιδημίας μετὰ τῶν ἐν τῇ βασιλείῳ μόνων αὐλῇ τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. εἰ δὲ καὶ αὐτὸς ὁ ταῦτα συγγράφων τῶν ἐκ προκρίσεως αὐτῷ συνεπομένων ἐτύγχανεν, καὶ τὰς τοῦ στρατοῦ διευθετῶν ὑπο 103 θέσεις ἐν κρίσεσι, πάντως ἂν οὐκ ἐξ ἀκοῆς ἀλλ' ἐξ αὐτοπτίας τὰ καθεξῆς παραδώσει διὰ γραφῆς τοῖς μετέπειτα. Εἶχε μὲν οὖν βασιλέα ἡ τῶν Βιθυνῶν ἐπαρχία, καὶ μετ' αὐτὴν Φρυγία, τὸ θέμα λέγω τῶν ἀνατολικῶν. καὶ συνήγοντο ἐκ διαταγμάτων προσφοιτησάντων οἱ τῶν ταγμάτων ἐξάρχοντες, καὶ ὅσοι τὴν τάξιν ἀνεπλήρουν ἑκάστου τάγματος. καὶ ἦν ἰδεῖν τοὺς διαβοήτους λόχους ἐξ ὀλίγων συγκειμένους ἀνδρῶν, καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ πανοπλίας ἐστερημένων καὶ ἵππου πολεμικῆς· ἐκ πλείονος γὰρ παραμεληθέντες ἅτε μηδὲ βασιλέως στρατευσαμένου διὰ πολλῶν ἐνιαυτῶν περὶ τὴν ἑώαν, καὶ τὸν ἀφωρισμένον ὀψωνιασμὸν μὴ ἀπειληφότες, καὶ κατὰ μικρὸν τοῖς ἐναντίοις ἐκ τῆς ἀπαρασκευάστου προσβολῆς καὶ λυπρᾶς καταβαλλόμενοι καὶ τρεπόμενοι, οὕτως εἰς ἐσχάτην ταλαιπωρίαν συνελαθέντες δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο. ὡς δὲ καὶ αὐτὰς τὰς σημαίας μονονουχὶ σιωπηρῶς ἀποφθέγγεσθαι ταῦτα, πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ καπνοῦ καὶ ὀπαδοὺς ἐφεπομένους ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. πολλὴν ἀθυμίαν προσῆγον ἀναλογιζομένοις ὅθεν καὶ τίνα τρόπον εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται καὶ τὴν προτέραν ἀξίαν τὸ στρατιωτικόν, καὶ διὰ πόσου τοῦ χρόνου ἀνακαλέσοιτο, τῶν μὲν ὑπολελειμμένων τοῖς τάγμασιν ὀλίγων ὄντων καὶ ἀπορουμένων τοῖς ὅπλοις καὶ τοῖς ἐκ τῶν ἵππων κι 104 νήμασι, τῆς δὲ νεολαίας ἀπειροπολέμου καθεστηκυίας καὶ τοῦ πολέμου μαχιμώτατα καὶ τῶν πολεμικῶν κινδύνων ἐθάδας τοὺς ἀντιτεταγμένους καὶ ἀντιβαίνοντας ἐχούσης. Ἀλλὰ τὸν βασιλέα τὸ τοιοῦτον συγκύρημα οὐ κατέπληξε. τοὐναντίον δὲ μᾶλλον τοὺς ἐναντίους ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεός ἐστι φοιτητής, καὶ καινοποιήσει τὰ Ῥωμαίων, καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. διὰ ταῦτα καὶ ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος, καὶ