ἐπὶ τῶν παίδων, ὁ καθ' ἕξιν, καὶ <ὁ> ἐνεργείᾳ ὡς ὁ κυβερνῶν τὰ πάντα ἢ ὁ θύραθεν εἰσιών. Πᾶσαν ψυχὴν ὁ Πλάτων λέγει τόπον εἰδῶν καὶ ἐνεργείᾳ, ὁ Ἀριστοτέλης ἀγράφῳ γραμματείῳ. διττὴ ἡμῖν ἡ γνῶσις· ἡ ἄλογος ἡ τῆς αἰσθήσεως, καὶ ἡ λογικὴ τοῦ νοῦ ἥτις νοεῖ καὶ τὰ ἔνυλα. πῶς οὖν ὁ νοῦς τὰ τῆς αἰσθή67 σεως οἶδεν, ἤγουν τὰ μερικά; οὗτος ὅτε καθ' ἑαυτὸν ἐνεργεῖ εὐθείᾳ μὲν γραμμῇ ἔοικεν, ἐπικαμπτόμενος δὲ πρὸς τὴν αἴσθησιν κεκλασμένῃ. Εἰ ἐνεργεῖ ὁ νοῦς εἰς τὰ ὑλικά, πάντως καὶ πάσχει ἐν τοῖς ὁμοΰλοις καὶ ὁμοτίμοις. Ζητεῖται τοῦτο· ὁ νοῦς οἶδεν ἑαυτὸν καθὸ νοῦς, ἢ κατ' ἄλλο μὲν νοῦς, κατ' ἄλλο δὲ νοητός; εἰ κατ' ἄλλο, σύνθετος. εἰ δὲ καθὸ νοῦς, λοιπὸν πᾶν τὸ νοούμενον νοῦς καὶ τὰ μαθήματα νοητά. λοιπὸν καὶ πᾶν τὸ κυρίως νοητὸν νοῦς, τὰ δ' ἄλλα οὐ κυρίως κατὰ Ἀριστοτέλην. πρόνοια λέγεται ὡς προϋπάρχουσα τοῦ νοῦ. ἔτι οὐ λέγεται πᾶν τὸ νοητὸν νοῦς, ἀλλὰ τὸ νοοῦν ἑαυτὸ ἢ τὸ ὑφ' ἑαυτοῦ νοητὸν νοῦς ἐστιν. ἔτι καθὸ νοεῖται νοεῖ ἑαυτὸ καὶ οὐχὶ καθὸ νοεῖ. Πῶς οὐ νοοῦμεν ἑαυτοὺς συχνῶς; ζητοῦμεν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια, οὐχ ἡμᾶς δὲ διὰ τὴν συνήθειαν. ὁ Πλωτῖνος λέγει· «ἔστιν νοῦς ὁ ἀεὶ νοῶν ἑαυτόν, ἤγουν ὁ ἐνεργείᾳ, καὶ ὁ μηδέποτε νοῶν, ἤγουν ὁ ἐν δυνάμει.» Ἐπὶ τὸν ἐνεργείᾳ νοῦν δέκα τινὰ ζητεῖται· ὅτι πάντα ποιεῖ, καὶ ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ οὐ δυνάμει, τὸ ἀεὶ νοεῖν καὶ ἐνεργεῖν, ὅτι ψυχικός ἐστι, ἔτι ἀθάνατος, χωριστός, ἀναλογεῖ φωτί (καὶ ὥσπερ τοῦτο οὐ τὰ χρώματα ποιεῖ ἀλλὰ τὰ εἴδη φανεροῖ, καὶ οὗτος οὐ τὰ πράγματα ποιεῖ ἀλλὰ τὰ εἴδη ἐντυποῖ), ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ χρόνῳ διαφέρει, καὶ ὅτι μετὰ φαντασίας ἐνεργεῖ. Ἀλέξανδρος ἐνεργείᾳ νοῦν τὸν θύραθεν δοξάζει, ἤγουν τὴν πάντων ἀρχήν, Μαρῖνος δαιμόνιόν τινα, Πλωτῖνος τὸν ἀνθρώπινον. Χωριστόν ἐστι τὸ δυνάμενον χωρισθῆναι, κεχωρισμένον δὲ τὸ ἐνεργείᾳ χωρισθέν. Ὁ νοῦς ὁ ἀνθρώπινος ἀεὶ νοεῖ, οὐχ ὁ <εἷς> τῷ ἀριθμῷ, ἀλλ' ὁ ἐν ὅλῳ τῷ κόσμῳ· εἰ γὰρ ἐγὼ μὴ νοῶ, ἄλλος νοεῖ. Ὁ νοῦς οὐκ ἀεὶ ἐνεργεῖ, ὅτι μετὰ φαντασίας ἐνεργεῖ καὶ φθαρείσης ταύτης οὐκ ἐνεργεῖ. ἰστέον ὡς, ὅσα δίχα αἰσθήσεως νοεῖ ὁ νοῦς, καὶ δίχα φαντασίας νοεῖ, ὡς τὰ θεῖα καὶ τὰ καθόλου. 68 Πενταχῶς τὸ ἀδιαίρετον· ὁ ὅρος τῶν προτάσεων, τὸ συνεχὲς μέγεθος κατὰ τὴν ἐνέργειαν, τὸ ἔνυλον εἶδος, τὸ ἄυλον. τὸ συνεχὲς μέγεθος ἔνυλον εἶδος, τὸ ἐν ποσῷ ἀδιαιρέτῳ ἄυλον. ∆ιττὴ ἡ ἀλήθεια· ἡ μὲν ὑπαρκτική, ἡ δὲ ἀντιδιῃρημένη τῷ ψεύδει. Ὁ ἡμέτερος νοῦς τινὰ οἶδε καταφατικῶς, τινὰ ἀποφατικῶς, ὡς τῇ ἀποφάσει τοῦ ἀριθμοῦ τὴν [μον]άδ[α] καὶ τοῦ μεγέθους τὴν στιγμήν· ὁ δὲ θεῖος νοῦς [πάντα καταφατικῶς] οἶδε, χωρὶς τοῦ κακοῦ. Τὸ συνεχὲς δυνάμει διαιρετὸν καὶ οὐκ ἐνεργείᾳ, ὡς τὸ μέγεθος, ἐνεργείᾳ μὲν διαιρετόν, δυνάμει δὲ οὔ, [ὡς] τὸ ὕδωρ. ὁ νοῦς τοίνυν καὶ ἄμφω ἐναντίως δοξάζει. Ὁ νοῦς ἀδιαιρέτως νοεῖ, ἡ δὲ διάνοια διῃρημένως καὶ χωρὶς ἕκαστον. καὶ ἐν χρόνῳ ἀδιαίρετος τῆς [ψυχ]ῆς δύναμις ὁ νοῦς. Ὁ κυρίως νοῦς περὶ τὰ ἁπλᾶ καταγίνεται, ἡ δὲ φαντασία νοῦς περὶ τὰ σύνθετα καταγινόμενος. καὶ ἡ διαφορὰ ὅτι ὁ νοῦς ἀεὶ ἀληθεύει, ἡ δὲ φαντασία καὶ ψεύδεται. ὁ νοῦς ἔοικεν αἰσθήσει περὶ τὰ οἰκεῖα αἰσθητὰ καταγινομένῃ, ἡ δὲ διάνοια κατὰ συμβεβηκός. ** [πρῶτον] ὅτι ἐνεργείᾳ ὁ νοῦς αὐτὰ τὰ πράγματα, ὁ δὲ δυνάμει οὐκ ἔστι τὰ πράγματα, εἰ μὴ νοήσῃ αὐτά· δεύτερον ὅτι ὁ δυνάμει ἐν τῷ ἑνὶ χρόνῳ προτερεύει τοῦ ἐνεργείᾳ, ἐν δὲ τῷ ὅλῳ οὔ· ἔστι γὰρ ἀεὶ καὶ ἐνεργείᾳ καὶ δυνάμει. δεῖ γὰρ εἶναι τὸ ἐνεργείᾳ ἀεί, ἵνα ἄγῃ τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ. ἔτι ὁ νοῦς ὁ πρακτικὸς περὶ τὰ μερικά, ὁ θεωρητικὸς περὶ τὰ καθόλου. ὁ πρακτικὸς ἀεὶ φαντασίᾳ κέχρηται, ὁ θεωρητικὸς οὐκ ἀεί. ἐν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ ψεῦδος, ἐν τῷ πρακτικῷ τὸ ἀγαθὸν καὶ κακόν. ὥσπερ οὐχ ἕτερος ὁ δυνάμει νοῦς πρὸς τὸν ἐνεργείᾳ τῷ ὑποκειμένῳ, ἀλλὰ μόνον τῷ χρόνῳ διαφέρει, οὕτω καὶ ὁ