ἡμᾶς κατεπίμπρα πῦρ καὶ ὁ τοῦ κυρίου ζῆλος κατήσθιε, πάλαι ἂν ὁ ἀνὴρ ἀπωλώλει, μᾶλλον δὲ οὐδ' ἂν πάροδον εἶχεν ἐπὶ τὴν μεγάλην ταύτην σκηνήν, ἐξ αἰτιῶν καὶ ἐγκλημάτων τυραννικῶν ἐπὶ τὰ θεῖα μυστήρια εἰσδεδυκώς. καί με μηδεὶς οἰέσθω ἄνωθί που τοῦ λόγου τῆς αἰτίας ταύτης ἐπιλαθόμενον. ἀλλ' οὐ τῇ κατηγορίᾳ τοσοῦτον διδοὺς ὅσον τῇ οἰκονομίᾳ τὰ μὲν πολλὰ τῶν κατηγορημάτων παρῆκα, ἅμα τε περὶ τοῦ καιροῦ δεδιώς, ἵνα μὴ πόρρωθεν εἴην βάλλων τὸν λόγον, καὶ μετρήσας αὐτῷ τὰ ἐγκλήματα καὶ τρίτον, ἵνα μὴ ἐφ' ἑκάστῳ τῶν λόγων μαρτυρεῖν ἀναγκάζωμαι, ἐπεί τοί γε, εἰ λέγειν τι τῶν πρὸ τῆς ἱερωσύνης ἐθέλοιμι, τάχ' ἂν ὑμᾶς κατακλύσαιμι, ἄλλα ἐπ' ἄλλοις ἐπαντλῶν ὑμῖν καὶ ἐφιεὶς τῷ ῥεύματι. Ἀλλ' οὐκ ἂν εἴποιμι οὔτε τὸν τῆς βασιλίας ἔρωτα οὔτε τὴν περὶ τούτου μελέτην. σιωπῶ τὴν συνωμοσίαν ἐκείνην, τὰ μυστηριώδη βουλεύματα, τοὺς ἐλέγχους, τὰς κατακρίσεις, τὴν ὑπερορίαν, τὴν κατηναγκασμένην τοῦ βίου μετάθεσιν, τὴν ἀπροαίρετον μεταμφίασιν. ἀφίημι τὰ ἐν μέσῳ· τὸ ἀνάσκητον τριβώνιον, τὴν ἀνελεύθερον λατρείαν, τὴν ἐπαγγελίαν, τὸν δεκασμόν, τὴν ψῆφον. σιωπῶ τἆλλα· τὴν γυναικωνῖτιν, τὴν τῶν καταπετασμάτων ἀφαίρεσιν, τὰς ἀνιέρους ἐντυχίας. ἀφίημι τὸν κλαυθμὸν τῶν βρεφῶν, τὰ ἐπὶ τῆς ἀγκάλης νεογνά, τὴν ἐπιγάμιον θοίνην, τὰ ἐπιθαλάμια ᾄσματα, τὸ συνάψαι τὰ ἄμικτα, θεῖον νεὼν καὶ κοσμικὸν ἐνδιαίτημα. παρίημι τὰ λοιπά, ἵνα μὴ πικρὸς αὐτῷ φαινοίμην κατήγορος, ἵνα μὴ λοιδορεῖν ἀντὶ τοῦ κατηγορεῖν δόξαιμι. εἰ τοίνυν, ὅπερ εἴρηκα, τὴν πρώτην αὐτῷ τὸν νεὼν ἀπεφράξατε, οὐκ ἂν εἰσεληλυθὼς, μᾶλλον δὲ εἰσρυεὶς ὥσπερ ῥεῦμα, τὰ πάντα κατέκλυσεν. ἀλλ' ἐπειδὴ τὸ μέρος ἐκεῖνο παρήκατε καὶ οὐκ ἔνι τὸν χρόνον ἀναλύσαντας σκέψιν περὶ ἐκείνου προθεῖναι καὶ βούλευμα, τὸ παρὸν ὑμῖν τραῦμα ἰάσθω καὶ ἡ νενοσηκυῖα ἀποτετμήσθω κεφαλή. οὐ γάρ πω ἀποπνεύσει τὸ λοιπὸν σῶμα, ἀλλ' ἑτέρα τις ἐπιτεθήσεται καὶ προσπλασθήσεται καὶ ἄρτιον αὖθις φανήσεται τὸ σῶμα Χριστοῦ. τίς αὕτη; ὄψεται ὁ θεὸς ὥσπερ πάλαι εἰς ὁλοκάρπωσιν πρόβατον οὕτω δὴ καὶ ἀρχιερέα νῦν εἰς τὸ προθύειν τοῦ λαοῦ καὶ προθύεσθαι. τέως δὲ ἀπολελύσθω ὁ θὴρ τῶν περιβόλων Χριστοῦ. καὶ μήτε ὡς Μωϋσῆς εἰς τὸ ὄρος ἀνίτω κυρίου τῆς νεφέλης εἴσω χωρῶν μήτε ὡς οἱ ἑβδομήκοντα καὶ τῆς γερουσίας πόρρω στηκέτω μήτε ἐμφωλευέτω κάτω που πρὸς τῇ ὑπωρείᾳ. τοῖς γὰρ στερροῖς λόγοις καὶ αὖθις καταλευσθήσεται. οὐδὲν γὰρ ὅτι τῶν ἀνοσίων οὐ πέπραχε· τὰ τῆς βασιλείας διεθορύβησε πράγματα, βασιλέων δυοῖν τὸν μὲν τολμήσας κατήνεγκε, τοῦ δὲ περιλελειμμένου ἀντέπραττεν ἐκείνῳ. καὶ τετυράννευκεν ἀκριβῶς καὶ γέγονε τῷ βασιλεῖ Ὀζίᾳ ἀντίθετος· ὁ μὲν γὰρ εἰς τὰ ἅγια εἰσελήλυθε θυμιάσων θεῷ, ὁ δὲ εἰς τὰ βασίλεια παρεισδέδυκε τῷ λόγῳ ἀποταξάμενος. χεῖρον οὗτος ἐκείνου τετόλμηκε. διὰ ταῦτα ὁ μὲν ἐπὶ μέρους ἀπηνθήκει τῇ λέπρᾳ, τῷ δὲ τὸ ξύμπαν σῶμα διαλελώβηται ὥστε καὶ χειρῶν ἐπιποιήτων δεῖσθαι, τῶν δακτύλων πρὸς τὸ κνᾶσθαι καὶ τῶν ὀνύχων ἀπειρηκότων· τάχα που καὶ οὗτος τήκει βώλακας γῆς ἰχῶρας ἀποξέων. ὥσπερ οὖν ὁ παλαιὸς Ἰσραὴλ αἰδοῖ τοῦ κράτους μὴ ἐλέγξας τὸν τολμητίαν τῶν θείων ἀπεστερήθη ὁράσεων, ἐκείνου δὲ τεθνηκότος τηνικαῦτα ἐφαντάζετο τῷ προφήτῃ κατὰ τὸν ἄρρητον ἐκεῖνον σχηματισμόν, οὕτως οὐδ' ἂν ἡμεῖς τὸν κύριον ἴδοιμεν, εἰ μὴ τὸν κατ' αὐτοῦ ἀπερυθριάσαντα τῆς παρεμβολῆς πόρρω ποιήσομεν. κατὰ γὰρ τὸν προφήτην πόρνης αὐτῷ ὄψις ἐγένετο, πρὸς πάντας ἀπηναισχύντηκεν, βασιλείαν καὶ ἱερωσύνην συνήγαγεν. ἡ μὲν γὰρ χεὶρ αὐτῷ τὸν σταυρὸν ἐσχημάτιζεν, ἡ δὲ γλῶσσα βασιλικῶς ἐψηφίζετο, τοὺς μὲν ὥπλιζε, τοὺς δὲ ἀνθώπλιζεν· ὡς πρὸς πόλεμον συνεκρότει στρατόπεδον. ὡς δὲ καὶ φιλότιμος τῷ μὲν ἐδίδου δόρυ, τῷ δὲ φάσγανον, τῷ δὲ παλτόν. τὸν μὲν ὑφῆπτε πρὸς τὸν θυμόν, τὸν δὲ ἀνεκίνει πρὸς πόλεμον, τάχα που καὶ τὰ στρατιωτικὰ ταῦτα ἐπιφθεγγόμενος· "ἐξέλιξόν