φονεῦσαι», ἀντίστασιν εἰσήνεγκε τὴν πρᾶξιν ἀναιροῦσαν· εἰ δ' εἴποι τις, «κἂν ἔδει σε, ἀλλ' οὐ τοιοῦτον τρόπον», εἶπεν ἀντιπαράστασιν, λύσιν ὁμαλωτέραν. ποῖον δ' εἰσάγειν πρότερον τοῖς ζητήμασι δέον, οὐκ ἔστιν ἀποφήνασθαι, σταθμῶ δὲ σὺ τῷ λόγῳ. πλὴν ἡ ἀντιπαράστασις ὥσπερ ὁδός τις λεία. Τὰ δ' ἀπ' ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους ἔστι συνεκτικώτατον κεφάλαιον τῶν ἄλλων, ὅπερ κατασκευάζεται ἰδιάζουσι τρόποις. οὐ γὰρ ταῖς περιστάσεσιν, ἀλλὰ τομαῖς ποικίλαις, ἀποταθεῖσι πνεύμασι, σφιγχθείσαις περιόδοις. ἑκάστη δ' ὑποδιαίρεσις δρᾷ προσωποποιίαν. ἐπὶ τῷ τέλει καὶ πλαστῷ χρήσῃ τεχνικωτάτως. ἐπὶ δὲ τῆς πραγματικῆς δυσχερῆ λύσιν ἔχει τὰ ἀπ' ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους· χρῶ δὲ τοῖς μεταληπτικοῖς μᾶλλον τῶν ἄλλων πλέον. Ἡ δέ γε τάξις, δέσποτα, τῶν ἐπιχειρημάτων διπλῆ τις, ἀποδεικτική, πανηγυρικωτέρα. ἡ μέν ἐστι δικανική, φράσεως δεομένη ἐναγωνίου μάλιστα τῆς πολιτικωτέρας, ἡ δὲ φαιδρὰ καὶ πάγκαλος, χρωννύουσα τὸν λόγον. εἰ τοίνυν λόγος πέφυκεν ἐκ δυοῖν τεθειμένος, φυλάξεις τὰ φαιδρότερα τῷ τελευταίῳ μέρει. Ὅρος δὲ σὺν ἀνθορισμῷ, συλλογισμὸς καὶ λύσις ὀνόματα μὲν τέσσαρα, τῇ δὲ δυνάμει δύο· τοῖς γὰρ αὐτοῖς κρατύνονται συλλογισμὸς καὶ ὅρος, ὥσπερ πάλιν ἀνθορισμὸς συλλογισμοῦ τε λύσις. ἐν μέσῳ δὲ τοῦ πράγματος τῷ λόγῳ προκειμένου ὁ μὲν συλλογισμὸς αὐτὸς ἥ τε δὴ τούτου λύσις ἑπόμενα τῷ πράγματι καὶ δεύτερα τυγχάνει, ὅρος δὲ σὺν ἀνθορισμῷ πρότερα προσηκόντως. Πρὸς τούτοις τὴν διασκευὴν τοῦ προβλήματος μάθε· λεπτὴ γὰρ διατύπωσις τοῦ πράγματος τυγχάνει, ὡς προλαβόντες εἴπομεν ἔν γε τῇ διηγήσει. ἐν ταύτῃ δεῖ τὸν ῥήτορα τολμᾶν τι τῶν εἰκότων. κἂν μὲν ἐμπίπτειν πέφυκε δὶς αὕτη καὶ πολλάκις, μὴ χρήσῃ ταύτῃ πανταχοῦ, ἀλλ' οἰκονομητέον, ἵνα μὴ δόξῃς φορτικὸς τοῖς αὐτοῖς κεχρημένος. εἰ δ' ἐπεισάγειν βούλοιο τῷ λόγῳ τι χωρίον, ἀφ' ἑνός που ὀνόματος πρόφασιν ἕξεις λόγων· οἷον γὰρ εἴποις «ἀριθμὸν σύλλεγέ μοι τοσοῦτον», ἐξ ἱστορίας, δέσποτα, τῷ λόγῳ προσηκούσης. Λόγου δὲ σχῆμα πέφυκεν ἀντίθετον τὸ πρῶτον, τὸν νοῦν τὸν ὑποκείμενον διπλοῦν σοι παρεισάγον. τοῦ κατὰ φύσιν γὰρ αὐτοῦ πράγματος ζητουμένου λαμβάνει τὴν ἀντίθετον ἔννοιαν ἐν τῷ τέλει, οἷον, «ἡμέρα πέφυκεν, εἰ μὴ γὰρ ἦν ἡμέρα, -» «ἐπεὶ δ' ἡμέρα πέφυκε»· τοῦτ' ἀντίθετον σχῆμα. Περίοδος δὲ πέφυκε κλεὶς ἐπιχειρημάτων, συνάγουσα καὶ σχήματα καὶ νοήματα πλέον, τούτων τὴν ὅλην ἔννοιαν ἐντέχνως, εὐθυβόλως. ποιοῦσι δὲ περίοδον αἱ πολύτροποι πτώσεις. ἡ κλητικὴ δὲ πνεύματος, οὐ περιόδου τόπος· «ὦ-τί γὰρ ἂν εἰπών σέ τις ὀρθῶς πάντως προσείποι;» οὐκ ἔσφιγξεν, ἐπλάτυνεν, οὐ περίοδος ἄρα. εἴδη δὲ πλεῖστα πέφυκε τῶν περιόδων, ἄναξ. ἔστι δ' ἡ μὲν μονόκωλος, ἡ δὲ καὶ διπλασίων, ἄλλη δ' ἐστὶ καὶ τρίκωλος, ἡ δὲ τοῦτο τετράκις· ἡ δέ τις καὶ χιάζεται, ἡ δ' ἀναστρέφεταί πως. σαφῆ τὰ παραδείγματα πάντων τούτων τυγχάνει. σὺ δ' ἔχε μοι τὴν σύνοψιν, εἶτ' ἐρώτα θαρρούντως, κἀγώ σοι τὴν διάλυσιν λέξω τοῦ ζητουμένου. εἶτ' οὐ θαυμάζεις, δέσποτα, τοῦ γράφοντος τὴν τέχνην, ἂν ἔχῃς εἰλητάριον βραχὺ τῆς ὅλης τέχνης; Ἔστι καὶ σχῆμα πνεύματος ῥητορικοῦ τοιοῦτον· σύνθεσις λόγου πέφυκε νοῦν ὅλον ἀπαρτίζον ἐν κώλοις τε καὶ κόμμασι τῶν κώλων μικροτέροις. τὸ μὲν γὰρ ἑξασύλλαβον καὶ βραχύτερον μᾶλλον κόμμα ἐστὶ μετρούμενον ἐπῳδῷ ἴσον μέτρῳ· τὸ δ' αὖ ὑπὲρ τὸ τρίμετρον ἡρωϊκοῦ πλησίον κῶλον κατονομάζεται ὀρθὸν καὶ τεταμένον. Εἴδη δὲ δύο πέφυκε τῶν τεχνικῶν πνευμάτων. ἢ γὰρ ἓν νόημα λαβὼν ποικίλως μεταλλάξεις ἐν κώλοις τε καὶ κόμμασιν, ἢ πολλὰ καὶ ποικίλα ἕκαστον ἐξεργάσαιο ἐν κόμμασι καὶ κώλοις. Ἀκμὴ μὲν λόγου πέφυκε (δεῖ γὰρ μαθεῖν καὶ τοῦτο) μεταβολή τις σύντομος σχημάτων κατὰ πνεῦμα· ἀκμὴ δὲ πάλιν πέφυκεν ἄλλη τῶν νοημάτων, ὅταν πληρώσας νόημα πνεύματι τεταμένον εἰς ἄλλο λάθῃς μετελθὼν κἀκεῖθεν αὖ εἰς ἄλλο. Τὸ δὲ διλήμματόν ἐστι σχῆμα δριμύ τι λόγου,