κυρίου, οὐ μὴ «φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν «φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, «καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ «ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ «λαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν 20.26.232 «κυρίῳ ἐσόμεθα». καὶ ἡγοῦμαι ζῶντας μὲν εἶναι ἐν Χριστῷ τοὺς τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ' ἔτι ἁμαρτάνοντας, ἤτοι κατ' ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ 20.26.233 τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός. καὶ τούτοις γε ἀκό λουθόν ἐστιν τὸν Παῦλον αἰσθανόμενον ἑαυτοῦ λέγειν διὰ τὸ ἤδη κατωρθωκέναι τὸ «Ἡμεῖς οἱ ζῶντες». οὓς δὲ εἰρήκαμεν νεκρούς, οὗτοι μάλιστα δέονται τῆς ἀναστάσεως, οὐδὲ τῶν ζώντων δυνα μένων ἁρπαγῆναι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, πρὶν πρῶτον τοὺς ἐν Χριστῷ νεκροὺς ἀναστῆναι· διὸ γέγραπται· «Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες» 20.26.234 καὶ τὰ ἑξῆς. ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ 20.26.235 ἐκβληθέντος ἀπὸ «τοῦ παραδείσου τῆς τρυφῆς» Ἀδὰμ συνέστη. πλὴν ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος «ἀρχὴ πλάσματος κυρίου» ἐφθόνησεν τοῖς 20.26.236 κτισθεῖσιν «εἰς τὸ εἶναι». οὕτω «φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν «κόσμον», ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ. 20.27.237 Ἴδωμεν δὲ καὶ περὶ τοῦ «Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ «ἕστηκεν». πᾶς μὲν καὶ μόνος ὁ ὑγιῆ βεβαίως ἔχων δόγματα καὶ διὰ τὴν βεβαιότητα τῶν δογμάτων ἄσειστος τοῖς κρίμασιν τυγχάνων ἐν παντὶ καιρῷ, καὶ ὑπὸ μηδεμιᾶς περιστάσεως ἤ τινος σωματικῆς προ φάσεως, οἷον δυσυπομενήτων πόνων ἢ σφοδροτέρας ὀρέξεως ἀφρο δισίων ἢ ὁποιασδήποτε αἰτίας σαλευόμενος, ὥστ' ἂν καὶ ἐπὶ ποσὸν μετακινηθῆναι ἀπὸ τοῦ καλοῦ, εὐλόγως ἂν ἑστηκέναι ἐν τῇ ἀληθείᾳ 20.27.238 νομίζοιτο· οὗτος δὲ ὁ λόγος φθανέτω καὶ ἐπὶ τὰς ἔξω σαρκὸς καὶ αἵματος φύσεις· ἔστιν γὰρ καὶ ἐν τῇ ἐκείνων ζωῇ τὰ κατορθοῦντα ἑστηκέναι ἐν τῇ ἀληθείᾳ δεόντως λέγειν· εἰ δέ τις μὴ οὕτως βιοῖ, 20.27.239 «οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ». ἀλλ' ἐφίστημι μήποτε ἓν μέν τι καὶ μονοειδές ἐστιν τὸ ἑστηκέναι ἐν τῇ ἀληθείᾳ, ποικίλον δέ τι καὶ πο λύτροπον τὸ μὴ ἑστηκέναι ἐν αὐτῇ· τινῶν μὲν τρεμούσαις, ἵν' οὕτως ὀνομάσω, ταῖς βάσεσιν καὶ σειομέναις βιαζομένων ἑστάναι ἐν αὐτῇ καὶ μηδέπω τοῦτο ἐχόντων· ἑτέρων δὲ τοῦτο μὲν οὐ πεπονθότων, ἐν κινδύνῳ δὲ τοῦ ἐν τούτῳ γενέσθαι καθεστηκότων, ὁποῖός ἐστιν ὁ λέγων· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες», καὶ ἄλλων καὶ πεπτωκότων ἐν αὐτῇ, περὶ ὧν οἶμαι λέγεσθαι τὸ «Πᾶς ὁ πεσὼν 20.27.240 «ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται». ἐπὶ τοῦτο τὸ ἑστάναι ἐν τῇ ἀληθείᾳ προτρέπων ὁ κύριος Μωσέα εἶπεν πρὸς αὐτόν· «Ἰδοὺ «τόπος παρ' ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας»· εἰ γὰρ ἡ πέτρα Χριστὸς ἦν, Χριστὸς δέ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια», μήποτε τὸ «Στήσῃ ἐπὶ τῆς πέτρας» ἴσον δύναται τῷ «στήσῃ ἐπὶ τῆς ἀληθείας». 20.27.241 μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι. μέχρι γοῦν τοῦ «Ἰδού, τόπος παρ' ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας» Μωσῆς οὐ δέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ τίς γε ἐπιμελέστερον ἐνίδοι τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ «πᾶς ἄνθρωπος ψεύστης», οὕτως πᾶς 20.27.242 ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ. εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ' ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· «Ἐγὼ εἶπα, θεοί «ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ 20.27.243 «Ὑμεῖς δὲ δὴ ὡς