προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
τοῦ βασιλεύοντος θεοῦ ὠνόμασε. καὶ γὰρ καὶ παρ' ἡμῖν ἐν τῇ συνηθείᾳ ὁτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος, ὁτὲ δὲ ἀπὸ τοῦ τόπου ἡ αὐτοῦ βασιλεία σημαί νεται. ὥς φαμεν· ἡ τῶν Ῥωμαίων βασιλεία καὶ Αἰγύπτου βασιλεύς. 123 Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκεί νοις ἐπιφοιτᾷ· τῶν δὲ φαύλων ἀπαλλοτριουμένων μακρὰν ὑπάρχει. οὐ τοπικῶς δὲ τὸ «μακρὰν» καὶ «ἐγγὺς» ἀκούειν δεῖ, ἀλλὰ πρὸς τὰ δοχεῖα † τούτου ἐλλάμψεων κεκαθαρμένων· εἴτε καὶ μή· τὸ δὲ «Ὅπου «θέλει πνεῖ» δείκνυσι οὐσίαν εἶναι τὸ πνεῦμα. τινὲς γὰρ οἴονται ἐνέργειαν εἶναι θεοῦ, μὴ ἔχον ἰδίαν ὑπόστασιν. διὸ καὶ ὁ ἀπόστολος ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· «Ταῦτα «δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται». ἀλλὰ καὶ τὸ «Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν» ἐν ταῖς Πράξε σιν εἰρημένον· καὶ πάλιν «Νηστευόντων, γάρ φησιν, καὶ λειτουργούν «των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον «καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». ὁ δὲ προ φήτης Ἄγαβός φησι «Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, «οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι» καὶ τὰ ἑξῆς. 124 Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ' ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐ τοὺς ἔστιν ἰδεῖν, ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν. αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι καὶ ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν, τοὐναντίον ποιοῦσι· τὸ μὲν σκότος ἀποδέχονται, φεύγουσι δὲ τὸ φῶς. οὐ συγκριτικῶς δὲ ἀκούειν δεῖ τὸ πλεῖον ἠγαπηκέναι, αὐτοὺς τὸ σκότος πρὸς τὸ φῶς· οὐδ' ὅλως γὰρ ἠγάπησαν τὸ φῶς τοῦτο μισήσαντες, ὅτι ἡ νόησις αὐτῶν ὀρθῶς ἔχει. οἱ γὰρ φαῦλα πράσσον τες μισοῦσι τὸ φῶς, εἰ δὲ μισοῦσι τὸ φῶς, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. ὅμοιόν ἐστιν καὶ τὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων ὡς «φιλήδονοι μᾶλλον εἶεν ἢ φιλόθεοι». καὶ ἐν Ψαλμοῖς· «Ὁ φαῦλος ἠγάπησε κακίαν μᾶλλον ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ «τοῦ λαλῆσαι δικαιοσύνην». 125 Νύμφη ἐστὶν ἡ ἀνθρώπου ψυχή, ἥτις ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική· εἰ δὲ δεκτικὴ πέφυκεν αὕτη γυναικὸς τρόπῳ ἐξ ἄλλου, γεννᾷ ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. νυμφίος δὲ ὁ ταύτης σπορεὺς τῶν ἀγαθῶν οὐκ ἄλλος ἢ ὁ χριστὸς Ἰησοῦς ὁ ὑπ' ἐμοῦ μαρτυρούμενος καὶ βαπτιζόμενος· φίλος δὲ ἐκεῖνος ἐστὶν ὁ ἑστη κὼς παρ' αὐτῷ τῇ βεβαίᾳ συγκαταθέσει καὶ παγίαν ἔχων τὴν εἰς αὐτὸν πίστιν. οὐδεὶς γὰρ τῶν παρ' αὐτῷ τῷ Ἰησοῦ τυγχανόντων κλονεῖται. οὕτω καὶ Μωσῆς κατ' ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος· «Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ»· οὐ γὰρ ὁ θεὸς μεθ' ἡμῶν ἵσταται, ἀλλ' ἡμεῖς μετ' αὐτοῦ, ὀρέγοντος ἡμῖν τὴν παρ' αὐτοῦ ἀμετακίνητον στάσιν. 126 Ὁ μὴ ἐπουράνιον ἔχων τὸ φρόνημα ἀλλ' ἐπίγειος ὢν λέγεται χοϊκὸς καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορεῖν. διὸ καὶ εἴ ποτε σοφίαν ἐπαγγέλλεται ἔχειν, ἐπίγειός ἐστιν ψυχικὴ δαιμονιώδης, καθώς φησι Ἰάκωβος ὁ ἀπόστολος. 127 Τὸ ἀγαπᾶν ἀνθρωπινώτερον πάλιν ἀκούομεν. νόμος δέ ἐστι φυσικός· ἄλλος μὲν <πρὸς> τὰ γεννώμενα, ἄλλος δέ πως πρὸς τὰ ἑτέρως ἀγαπώμενα. εἰ γὰρ δικαιοσύνην ἀγαπᾷ ὁ θεός, <ἀγαπᾷ ὡς θεός>, ὥς φησιν αὐτός· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας». οὐ γὰρ ὡς ἄνθρωπος ἀγαπᾷ ταύτην ἐπὶ τὸ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ ποιεῖν τι κατ' αὐτήν. ἀγαπᾷ δὲ τὸν υἱὸν ὁ πατὴρ καὶ ὡς ἀλήθειαν σοφίαν καὶ ἁγιασμόν, ὥς φησιν ∆αβίδ· «Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας». καὶ ἀγαπᾷ μὲν τὸν υἱὸν καθ' ὃ πατήρ, οὐ καθ' ὃ θεός, ἀγαπᾷ δὲ τὸν κόσμον καθ' ὃ θεὸς καὶ τούτου δημιουργός, οὐ καθ' ὃ δὲ πατήρ. 128 Ἔστιν δὲ καὶ ἀλληγορικῶς εἰπεῖν· φρέαρ μὲν Ἰακὼβ τὴν τοῦ Μωσέως διὰ νόμου διδασκαλίαν. ἔπινον δὲ ἀπ' αὐτοῦ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ οἱ δώδεκα πατριάρχαι καὶ οἱ ἐξ αὐτῶν λαοὶ γεγεννημένοι. ταύτης δὲ τῆς πηγῆς πίνοντα πάλιν ταύτης διψᾶν. ἤγουν καιροῦ τινος προϊόντος διψᾶν αὐτὰ καὶ ἔρχεσθαι ἐπὶ τὴν εὐ αγγελικὴν καὶ σωτήριον καὶ ἀδιάδοχον διδασκαλίαν. «καὶ ὁ οὐρανὸς «γὰρ καὶ ἡ γῆ παρελεύσεται, ὥς φησι ὁ σωτήρ, οἱ δὲ λόγοι μου οὐ μὴ «παρέλθωσιν». 129 [Οἶδε γὰρ