οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς βροντῆς. 15.19 Καὶ τὰ ἱμάτια δὲ αὐτοῦ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι λευκὰ, οὐκ ἔστιν ὡς τὸ φῶς· ἐὰν ἀναβῇς εἰς τὸ ὄρος τὸ ὑψηλὸν, ὄψει αὐτοῦ φῶς καὶ τὰ ἱμάτια. τὰ ἱμάτια τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς· ἔνδυμα τῶν θείων νοημά των τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται, καὶ ἀναβὰς μεταμορφοῦται, καὶ γίνεται τὸ πρόσ ωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ τὰ ἱμάτια· ὅταν δὲ ᾖς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι λευκά· ἐὰν δὲ ἀναβῇς, ὄψει τὸ κάλλος καὶ τὸ φῶς τῶν ἱματίων, καὶ τὸ πρόσωπον θαυμάσεις τοῦ Ἰησοῦ μεταμορ φωθέν. ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ γεννωμένου ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα, Βίβλος ἐστὶ γενέσεως Ἰη σοῦ Χριστοῦ· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἂν καὶ ὑπ' αὐτοῦ ἀπαγγελλομένων φησὶν ὁ Ἰωάννης ὡς ἄρα Οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γρα φόμενα βιβλία. τὸ γὰρ μὴ χωρεῖν τὸν κόσμον τὰ γραφό μενα βιβλία οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέ θους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι, ἀλλ' οὐδὲ διὰ γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι, οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθ' ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἵνα τὰ ἐκεῖθεν ἄρρητα ῥήματα ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμενα, τοῦ λόγου σαρκωθέντος, καὶ καθ' ὃ θεός ἐστι πρὸς τὸν θεὸν ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται. διόπερ τὸν τοῦ θεοῦ λόγον ἐπὶ γῆς, ἐπεὶ ἄνθρωπος γέγονε, ἀνθρώπινον βλέπο μεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς ὁ λόγος σὰρξ ἐγένετο, ἵνα κατασκηνώσῃ ἐν ἡμῖν· ἀλλ', ἐὰν εἰς τὸ στῆθος τοῦ σαρκω θέντος λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ εἰς τὸ ὑψηλὸν ὄρος ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό· Εἴδομεν τὴν δόξαν αὐτοῦ· τάχα μέν τινων καὶ ἑτέρων παρὰ τοὺς ἀνακλι θέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ εἰς τὸ ὄρος τὸ ὑψηλὸν λεξόντων τό· Εἴδομεν τὴν δόξαν αὐτοῦ· οὐκέτι δὲ προσθησόντων τό· ∆όξαν ὡς μονογενοῦς παρὰ πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή. καὶ καθ' ἑτέραν δὲ ὑψηλο τέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακο λουθεῖν ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὄψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθ' ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος· τοῦ δὲ εἰς ὄρος ὑψηλὸν ἀνιόντος καὶ μεταμορφουμένου, σφόδρα ὀλίγοις τῶν μαθη τῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑψηλὰ δεδυνημένοις, τοῦ ἀνωτάτου καὶ ὑψηλοτάτου νοῦ περιέχοντος λόγια τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων αὐτοῦ. 15.20 Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων, καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν. 16.1nΠερὶ τῶν διαβαλλόντων τὸν χριτιανιμὸν διὰ τὰ ἐν τῇ ἐκκληίᾳ αἱρέει. τόμου γʹ κατὰ Κέλου. Εἶτ' ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· «Εἰς πλῆθος δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται, καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι.» φησὶ δ' ὅτι «Καὶ ὑπὸ πλή θους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνὸς, ὡς εἰπεῖν, ἔτι κοινωνοῦντες, εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ δ' ἄλλοι ἀλλαχῆ τετάχαται.» καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὗ μὴ σπουδαία ἐστὶν ἡ ἀρχὴ καὶ τῷ βίῳ χρήσιμος, γεγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρὰ μὲν Ἕλλησιν εὑρίσκονται