συνόντες βάρβαροι τὸν ἐκείνου παῖδα λαβόντες τὴν ταχίστην ᾤχοντο. καὶ τῇ Ῥώμῃ πλησιάσαντες, τὸν μὲν ἐφεῖσαν εἴς τι τῶν ἀσύλων ἱερὸν καταφυγεῖν, οἱ δὲ τὰ τῆς πόλεως πέριξ ἐπόρθουν, τὸ μὲν τῷ Στελίχωνι τιμωροῦντες, τὸ δὲ λιμῷ πιεζόμενοι. ἐπεὶ δὲ παρὰ Ὀνωρίου γράμμα κρεῖττον τῆς ἀσυλίας γενόμενον ἀναιρεῖ τὸν Εὐχέριον, διὰ ταῦτα συμμίξαντες οἱ βάρβαροι Ἀλλαρίχῳ εἰς τὸν πρὸς Ῥωμαίους αὐτὸν ἐξορμῶσι πόλεμον. Ὁ δὲ θᾶττον καταλαμβάνει τὸν Πόρτον. μέγιστον δὴ οὗτος νεώριον Ῥώμης, λιμέσι τρισὶ περιγραφόμενον καὶ εἰς πόλεως μικρᾶς παρατεινόμενον μέγεθος· ἐν τούτῳ δὲ καὶ ὁ δημόσιος ἅπας σῖτος κατὰ παλαιὸν ἔθος ἐταμιεύετο. ἑλὼν δὲ ῥᾷον τὸν Πόρτον, καὶ τῇ σιτοδείᾳ ἢ ταῖς ἄλλαις μηχαναῖς πολιορκήσας τὴν Ῥώμην κατὰ κράτος αἱρεῖ· καὶ ψηφισαμένων τῶν Ῥωμαίων (τοῦτο γὰρ αὐτοῖς Ἀλλάριχος ἐνεδίδου), Ἄτταλον αὐτοῖς ἀναγορεύει βασιλέα. οὗτος δὲ Ἴων μὲν ἦν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, τῆς αὐτῆς δὲ πόλεως ἔπαρχος. Οὗτος δὲ λοιπὸν μετὰ τὴν ἀναγόρευσιν τὸ λείψανον τῶν Ῥωμαίων, ὅπερ ὁ λιμὸς αὐτὸς καὶ ἡ ἀλληλοφαγία ὑπελείπετο, τροφὴν αὐτοῖς κομίζειν ἀπὸ τοῦ Πόρτου ἐφίησιν. εἶτα τὸν Ἄτταλον λαβὼν καὶ στρατηγοῦ σχῆμα πληρῶν αὐτῷ, ἐπὶ τὴν Ῥάβενναν κατὰ Ὀνωρίου στρατεύει. καὶ κελεύει Ἄτταλος τὸν Ὀνώριον τὸν ἰδιώτην ἀνθελέσθαι βίον, καὶ τῶν τοῦ σώματος ἀκρωτηριῶν τῇ περιτομῇ τὴν τοῦ ὅλου σωτηρίαν ὠνήσασθαι. Σάρος δέ, ὃς μετὰ Στελίχωνα τὴν στρατηγικὴν ἀρχὴν Ὀνωρίου δεδωκότος εἶχεν, συμβαλὼν Ἀλλαρίχῳ, κρατεῖ τῇ μάχῃ καὶ τῆς Ῥαβέννης ἀποδιώκει. ὁ δὲ τὸν Πόρτον καταλαβών, ἀποδύει μὲν τῆς βασιλείας τὸν Ἄτταλον, οἱ μέν φασιν μὴ εὔνουν εἶναι διαβληθέντα, οἱ δὲ διότι σπονδὰς διενοεῖτο πρὸς Ὀνώριον θέσθαι, καὶ τὸ δοκοῦν ἐμποδὼν ἑστάναι δέον ἡγεῖτο προαποσκευάσασθαι. μετὰ τοῦτο πρὸς Ῥάβενναν ὁ Ἀλλάριχος ἐπανελθὼν καὶ σπονδὰς προτείνων, ὑπὸ τοῦ προειρημένου διεκρούσθη Σάρου, φαμένου τὸν δίκας ὀφείλοντα τῶν τολμηθέντων μὴ ἂν ἄξιον εἶναι φίλοις συντάττεσθαι. Ἐκεῖθεν Ἀλλάριχος ὀργισθεὶς μετὰ ἐνιαυτὸν τῆς προτέρας ἐπὶ τὸν Πόρτον ἐφόδου ὡς πολέμιος ἐπελαύνει τῇ Ῥώμῃ. καὶ τὸ ἐντεῦθεν τῆς τοσαύτης δόξης τὸ μέγεθος καὶ τὸ τῆς δυνάμεως περιώνυμον ἀλλόφυλον πῦρ καὶ ξίφος πολέμιον καὶ αἰχμαλωσία κατεμερίζετο βάρβαρος. ἐν ἐρειπίοις δὲ τῆς πόλεως κειμένης, Ἀλλάριχος τὰ κατὰ Καμπανίαν ἐληΐζετο, κἀκεῖ νόσῳ φθείρεται. 12.4 Ὁ δὲ τῆς αὐτοῦ γυναικὸς ἀδελφὸς ...................... .................................................... .................................................... ........................ βαρβαρικοῦ γὰρ γένους τοῦ Σαυρομάτων χρηματίζειν αὐτούς, καὶ συναφθῆναι τότε τῷ 20ὀστρακίνῳ20 γένει τὸν ἐκ 20σιδήρου20 τὴν γένεσιν ἕλκοντα. οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡνίκα πάλιν Ἀδαοῦλφος γαμικαῖς ὁμιλίαις τῇ Πλακιδίᾳ συνήπτετο· τὴν γὰρ 20ὀστρακίνην20 φύσιν ....... .................................................... .................................................... .................................................... ................. ἐλπίδας τρέφων, ὡς αὐτὸς καταπολεμήσας Ἀδαοῦλφον τὴν Πλακιδίαν νυμφεύσαιτο. οὐ πολὺ δὲ τὸ μέσον καὶ πολλὰ δραματουργήσας, ἐξ ὀργῆς Ἀδαοῦλφος ὑπό τινος τῶν οἰκείων ἀποσφάττεται. ἐκ τούτου τὸ βάρβαρον πρὸς Ὀνώριον σπένδεται· καὶ τὴν οἰκείαν ἀδελφὴν καὶ τὸν Ἄτταλον τῷ βασιλεῖ παρατίθενται αὐτοί, σιτήσεσί τε δεξιωθέντες καὶ μοῖράν τινα τῆς τῶν Γαλατῶν χώρας εἰς γεωργίαν ἀποκληρωσάμενοι. 12.5 Μετὰ ταῦτα δὲ καὶ ἡ Ῥώμη τῶν πολλῶν κακῶν ἀνασχοῦσα συνοικίζεται· καὶ ὁ βασιλεὺς αὐτῇ παραγεγονώς, χειρὶ καὶ γλώττῃ τὸν συνοικισμὸν ἐπεκρότει. ὑπὲρ δὲ βήματος ἀναβάς, ὃ τὴν πρώτην αὐτῷ βαθμίδα τὸν Ἄτταλον διαβαίνειν ἐπετίθει ............... .................................................... ........ δεξιᾶς χειρὸς ἀπέτεμεν τοὺς βʹ δακτύλους, ὧν ὁ μὲν ............ ὁ δὲ λιχανὸς ἔχει τὴν κλῆσιν· καὶ εἰς Λίπαρα τὴν νῆσον τούτους φυγαδεύει, μηδενὸς ἄλλου κακοῦ πρὸς πεῖραν καταστήσας, ἀλλὰ καὶ τὰς εἰς τὸν βίον χρείας παρασχόμενος .............. 12.6 Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἰωβιανός τε ἐπανέστη ..... ........ εἰς φθορὰν ἀπέσβη, καὶ Σεβαστιανὸς ὁ ἀδελφὸς αὐτοῦ τοῖς ἴσοις