1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

36

ἐξείργασται, κεφάλαιον αὐτὸ τῆς 3.6.17 εἰρήνης πεποιημένος. ἔνθεν γὰρ τὰ πρῶτα Ῥωμαίοις ἡ Τζανικὴ ἐσβατὴ γέγονεν· οὗ δὴ καὶ ἄρχοντα στρατιωτῶν 3.6.18 κατεστήσατο, ὃν δοῦκα καλοῦσιν. ἐν χωρίῳ δὲ ὁδῷ ἡμέραιν δυοῖν Ὁρονῶν διέχοντι, οὗ δὴ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων τὰ ὅριά ἐστιν (ἐπεὶ ἐς ἔθνη πολλὰ διακέκρινται Τζάνοι), ἐνταῦθά τι ὀχύρωμα πεποιημένον ἦν τοῖς πάλαι ἀνθρώποις, ἐρείπιον ἤδη πολλῷ πρότερον τῷ 3.6.19 ἀπημελῆσθαι γεγενημένον, Χαρτὼν ὄνομα. ὅπερ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεύς, ἐνοικεῖν τε ἀνθρώπων ἐνταῦθα διεπράξατο μέγα τι χρῆμα καὶ τὰ ἐς τὴν εὐκο3.6.20 σμίαν τῇ χώρᾳ φρουρεῖν. τῷ δὲ ἐνθένδε ἰόντι πρὸς ἀνίσχοντα ἥλιον φάραγξ ἐστὶ κρημνώδης, κατατείνουσα μέχρι ἐς τὰ πρὸς βορρᾶν ἄνεμον· οὗ δὴ φρούριον, Βαρ3.6.21 χὼν ὄνομα, ἐδείματο νέον. ἐπέκεινα δὲ κατὰ τοῦ ὄρους τὴν ὑπώρειαν ἐπαύλεις εἰσίν, ἵνα δὴ οἱ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων βόες αὐλίζονται, οὕσπερ ἐκτρέφουσιν οὐ τοῦ ἀροῦν τὴν γῆν ἕνεκα, ἐπεὶ ἀργοί τε τὸ παράπαν οἱ Τζάνοι εἰσὶ καὶ γεωργικῶν ἀλλότριοι πόνων, ᾗπέρ μοι εἴρηται, καὶ οὔτε ἀρόματά ἐστιν αὐτοῖς οὔτε ἄλλα τῆς γεωργίας διαπονήματα, ἀλλὰ τοῦ γε γάλα ἐς 3.6.22 ἀεὶ βδάλλειν καὶ σιτίζεσθαι τοῖς αὐτῶν κρέασι. μετὰ δὲ τοῦ ὄρους τὸν πρόποδα, οὗ Κενὰ τὸ χωρίον ἐν τῷ ὁμαλῷ ξυμβαίνει εἶναι, ἐνθένδε τοι ἰόντι ἐπὶ δύοντά που τὸν ἥλιον, τὸ Σισιλισσῶν ὄνομα φρούριόν ἐστιν, ὅπερ ἐκ παλαιοῦ μὲν πεποιημένον, ἔρημον δὲ διὰ χρόνου μῆκος γεγενημένον ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς διαρκὲς Ῥωμαίων στρατιωτῶν, ὥσπερ κἀν τοῖς ἄλλοις ἅπασι, 3.6.23 φυλακτήριον κατεστήσατο. ἔνθεν δὲ ἰόντι ἐν ἀριστερᾷ πρὸς βορρᾶν ἄνεμον χῶρός τίς ἐστιν, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Λογγίνου φοσσᾶτον, ἐπεὶ Λογγῖνος ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγός, Ἴσαυρος γένος, στρατεύσας ἐπὶ Τζάνους ποτὲ τῇδε πεποίηται τὸ στρατόπε3.6.24 δον. ἐνταῦθα φρούριον ὁ βασιλεὺς οὗτος ὄνομα Βουργουσνόης δεδημιούργηκεν, ἡμέρας ὁδῷ Σισιλισσῶν διέ3.6.25 χον. ὅπερ Σισιλισσῶν φρούριόν ἐστι καὶ αὐτὸ ὑπ' αὐτοῦ τοῦ βασιλέως, ὡς μικρὸν ἐρρήθη ἔμπροσθεν, ἐξειρ3.6.26 γασμένον βεβαιότατα. ἐντεῦθεν ὅρια τῶν Τζάνων τῶν Κοξυλίνων καλουμένων ἐστίν· οὗ δὴ φρούρια νῦν πεποίηται δύο, τό τε Σχαμαλινίχων καλούμενον καὶ ὅπερ Τζανζάκων ἐπονομάζουσιν· ἔνθα δὴ καὶ ἄλλον ἄρχοντα στρατιωτῶν κατεστήσατο. 3.7.1 Ταῦτα μὲν οὖν ἐν Τζάνοις Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἐν δὲ δὴ τῇ μετ' αὐτοὺς χώρᾳ, ἣ παρὰ τὸν Εὔξεινον οἰκεῖται Πόντον, πόλις ἐστί που, Τραπεζοῦς ὄνομα· οὗ δὴ ἀπορίας ὑδάτων οὔσης, ὀχετὸν ἐτεκτήνατο Ἰουστινιανὸς βασιλεύς, ὅνπερ Εὐγενίου καλοῦσι μάρτυρος, ταύτῃ τε τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν. 3.7.2 ἐνταῦθα δὲ κἀν τῇ Ἀμασείᾳ τὰ πλεῖστα τῶν ἱερῶν ἀνε3.7.3 νεώσατο, χρόνῳ πεπονηκότα πολλῷ. μετὰ δὲ τοὺς Τραπεζουντίων ὅρους χωρίον ἐστὶ Ῥιζαῖον ὄνομα, ὃ δὴ καινουργήσας αὐτὸς ὀχύρωμα περιβέβληκε λόγου τε καὶ 3.7.4 ἀκοῆς κρεῖσσον. πόλεων γὰρ τῶν Πέρσαις ὁμόρων οὐδεμιᾶς ἧσσον μεγέθους πέρι καὶ ἀσφαλείας δεδημιούργηται. 3.7.5 Καὶ φρούριον δὲ ᾠκοδομήσατο ἐπὶ Λαζικῆς Λοσόριον ὄνομα, καὶ τοὺς ἐν τῇ χώρᾳ στενωποὺς ἐτειχίσατο, οὕσπερ Κλεισούρας καλεῖν νενομίκασιν, ὅπως δὴ ἀποκεκλεισμένοι 3.7.6 τῆς ἐπὶ Λαζικὴν εἰσόδου οἱ πολέμιοι εἶεν. ἀλλὰ καὶ τὴν ἐν Λαζοῖς τῶν Χριστιανῶν ἐκκλησίαν, ἀρχαίαν τε οὖσαν καὶ σαθρὰν τῇ οἰκοδομίᾳ γεγενημένην, ἀνενεώσατο. 3.7.7 οὕτω καὶ Πέτραν ἐν Λαζοῖς πόλιν ἀξιοθέατον κατεστήσατο, ἥνπερ Λαζοὶ μὲν ἀβουλίᾳ τῇ σφετέρᾳ παρέδοσαν Πέρσαις, Χοσρόην ἐνταῦθα στρατῷ μεγάλῳ ἐπαγαγόμενοι, Ῥωμαῖοι δὲ Περσῶν καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ δορυαλώτους πεποιημένοι, ἐς τὸ ἔδαφος τὴν πόλιν καθεῖλον, ὡς μὴ αὖθις οἱ βάρβαροι κακουργεῖν ἔχοιεν ἐνταῦθα ἰόντες, ᾗπέρ μοι ἅπαντα ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται 3.7.8 λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι δεδιήγηται, ὡς ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἐκ Λαζικῆς ἐπὶ τὴν Μαιῶτιν ἰόντι λίμνην φρούρια δύο, Σεβαστούπολίν τε καὶ Πιτυοῦντα, καθεῖλον Ῥωμαῖοι,