ταύτην τὴν ἁλουργίδα περιβεβλημένον 114 οὐ χρὴ διαψεύδεσθαι." "ἀλλὰ μὴν καὶ τοῦτο" φησὶν ὁ βασιλεὺς "προσήκει τῷ βασιλεῖ, τὸ μὴ ὑπείκειν τινὶ καὶ ὑποκεῖσθαι, μάλισθ' ὅταν τοῦ κοινοῦ σύμφορον ᾖ." Ἐπὶ τούτου δὲ ἠνέχθη ἐσθὴς τῆς ὑπεραγίας θεοτόκου ἐξ Ἱεροσολύμων, εὑρεθεῖσα παρά τινι γυναικὶ εὐλαβεστάτῃ Ἑβραΐδι καὶ παρθένῳ, καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας, καὶ κατετέθη ἐν τῷ μαρτυρίῳ αὐτῆς. ἐπὶ αὐτοῦ δὲ γέγονε καὶ ὁ μέγας ἐμπρησμὸς ἀπὸ τοῦ νεωρίου ἀρξάμενος καὶ μέχρι τοῦ ἁγίου Θωμᾶ κατελθών, ἀφ' οὗ καὶ κόνις ἐξ οὐρανοῦ κατηνέχθη, ὥστε κεῖσθαι εἰς τοὺς κεράμους ἕως σπιθαμῆς. ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἦν καὶ ὁ ἅγιος ∆ανιὴλ ὁ στυλίτης ἐν τῷ Ἀνάπλῳ, εἰς ὃν καὶ πολλὴν πίστιν εἶχεν ὁ αὐτὸς βασιλεύς. νόσῳ δὲ τελευτᾷ. Ἐπὶ Λέοντος, Ἀνατολίου τελευτήσαντος, Γεννάδης προχειρίζεται πατριάρχης· προεβάλετο δὲ Μαρκιανὸν οἰκονόμον τῆς τῶν καθαρῶν ὄντα θρησκείας, εἰς δὲ τὴν ἐκκλησίαν μετελθόντα. ὃς ἐν τῷ ἐμπρησμῷ εἰς τοὺς κεράμους ἀνελθὼν τῆς ἁγίας Ἀναστασίας, κατέχων τὸ εὐαγγέλιον, ἀβλαβῆ τὸν οἶκον διέσωσε, τοῦ πυρὸς καμαροειδῶς ὑπερβάντος ἄνωθεν αὐτῆς. Ἐπὶ Γενναδίου ἡ χεὶρ τοῦ ζωγράφου ἐξηράνθη τοῦ ἐν σχήματι ∆ιὸς τὸν σωτῆρα ζωγραφήσαντος, ὃν δι' εὐχῆς ἰάσατο ὁ Γεννάδιος. φασὶ δὲ ἄλλο σχῆμα τοῦ σωτῆρος τὸ οὖλον καὶ ὀλιγότριχον· ὑπάρχει δὲ τὸ ἀληθέστερον. ἐπὶ Λέον115 τος Στούδιος δυνάστης ἔκτισε τὸν ναὸν τοῦ ἁγίου Ἰωάννου, καὶ μοναχοὺς ἐκ τῶν ἀκοιμήτων αὐτῷ ἐγκατέστησεν. ἐπὶ Λέοντος τὸ τοῦ προφήτου Ἐλισσαίου σῶμα μετετέθη ἐν Ἀλεξανδρείᾳ ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο, καὶ λεπρὸν ἐποίησε, καὶ εἰς τὰ τοῦ λεπροῦ ἐτέθη. ἐπὶ αὐτοῦ Ἰσοκάσιος κοιαίστωρ, ὡς Ἕλλην διαβληθείς, εἰσήχθη πρὸς τὸν ἔπαρχον τῆς πόλεως δεδεμένος ὀπισθάγκωνα. ἔφη οὖν αὐτῷ Πασέως ὁ ἔπαρχος "ὁρᾷς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;" ὁ δὲ εἶπεν "ὁρῶ καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμφοραῖς. ἀλλὰ δίκασον ἐπ' ἐμοὶ ὡς ἐδίκαζες σὺν ἐμοί." ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ σπλαγχνισθεὶς ἐπὶ τούτῳ, ἐλεύθερον εἴασεν. Ἐπὶ Λέοντος μετὰ χίλια τριακόσια ἔτη τῆς τοῦ Ῥωμύλου βασιλείας, τοῦ τὴν Ῥώμην κτίσαντος, βασιλεύει Ῥωμύλος, καὶ κατέπαυσεν ἡ βασιλεία ἐπὶ Ῥωμύλου, ἀρξαμένη ἐπὶ Ῥωμύλου, Ὀδοάκρου Γότθου ῥηγὸς τὴν ἀρχὴν χειρωσαμένου. οὗτος δὲ ὁ Λέων Ζήνωνα στρατηλάτην προχειρισάμενος εἰσεποιήσατο γαμβρὸν εἰς Ἀριάδνην τὴν ἰδίαν θυγατέρα τὴν ἐκ Βερνίκης· νόσῳ δὲ ληφθεὶς ὁ αὐτὸς Λέων ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν λάρνακι πρασίνῃ ἐν τῷ τοῦ ἁγίου Κωνσταντίνου ἡρώῳ. ἡ γυνὴ δὲ τούτου Βερνίκη ἀδελφὴ Βασιλίσκου. 116 Λέων ὁ μικρός. Λέων ὁ μικρὸς ὁ ἔγγονος αὐτοῦ, ὁ ἀπὸ Ζήνωνος καὶ Ἀριάδνης, ἐβασίλευσεν ἔτος ἕν, καὶ στέψας τὸν ἴδιον πατέρα Ζήνωνα ἐτελεύτησε. Ζήνων. Ζήνων ἐβασίλευσεν ἔτη ἑπτὰ ἰνδικτιῶνος βʹ. ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Ἀμώριον. ἐστέφθη δὲ ὑπὸ Ἀκακίου πατριάρχου ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου, τὴν δὲ τῆς ἀρχιερωσύνης τιμὴν κατεῖχε Φραβίτας πρεσβύτερος τῆς ἁγίας Θέκλης, καὶ μετ' ἐκεῖνον Ἀκάκιος. τελευτήσαντος δὲ αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῷ ἡρώῳ ἐν λάρνακι τεθέντος πρασίνῃ. ὁ δὲ Ζήνων διωχθεὶς μὲν τῆς βασιλείας ὑπὸ Βασιλίσκου· τοῦ γὰρ Ζήνωνος ἐν τῇ Θρᾴκῃ διατρίβοντος, συνεργούσης Βερίνης τῷ αὐτῆς ἀδελφῷ Βασιλίσκῳ καὶ Ἀρμάτῳ ἀνεψιῷ, ἐστασίασαν κατὰ Ζήνωνος· οὓς φοβηθεὶς ὁ Ζήνων, ἐλθὼν ἐκ τῆς Θρᾴκης σὺν Ἀριάδνῃ καὶ χρημάτων ἱκανῶν, φεύγει ἐν Ἰσαυρίᾳ εἴς τι φρούριον ὀχυρόν. μετὰ δέ τινας χρόνους τοῦ βασιλίσκου κακῶς διοικοῦντος, καὶ διὰ τοῦτο ἄχθος τῆς συγκλήτου πρὸς αὐτὸν ἐχούσης, Ζήνων πάλιν σὺν τῇ Ἀριάδνῃ τὴν βασιλεύουσαν καταλαβὼν ἐδέχθη ὑπὸ τῆς συγκλήτου, ἀνελὼν Βασιλίσκον καὶ Ἀρμάτιον. ἐπὶ αὐτοῦ δὲ γέγονε σεισμὸς ὁ φοβερὸς ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον 117 ἐκκλησίαι πολλαὶ οἰκίαι τε καὶ ἔμβολοι ἕως ἐδάφους, ἔπαθέ τε καὶ Νικομήδεια μητρόπολις. Οὗτος δὲ ὁ Ζήνων ἦν τῆς κακίστης καὶ εἰδεχθοῦς γενεᾶς τῶν Ἰσαύρων· ἀπόγονοι γὰρ τοῦ προπάτορος αὐτῶν Ἠσαῦ ἐτύγχανον. δασὺς καὶ