1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

36

ἀθλητὰς ὀρρωδεῖν καὶ δεδιέναι καὶ φεύγειν, μόνους δὲ ἔχειν ὑποχειρίους τοὺς αὐτο 3.106 μόλους καὶ αὐθαιρέτως τὴν ἐκείνου δουλείαν ἀσπαζομένους. Ἐν μόνοις γὰρ τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργεῖν αὐτὸν ὁ θεῖος ἀπό στολος εἴρηκεν. Περὶ τούτου πάλιν ὁ Πλάτων καὶ ταῦτα εἴρηκεν ἐν τῷ Φαίδρῳ· "Ἔστι μὲν οὖν καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἀνέμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν." Ταύτῃ γάρ τοι οἷον δελέατι κεχρημένος καὶ τὸ ἄγκιστρον τὸ ὀλέθριον κατα κρύπτων, τοὺς μὲν εὐεξαπατήτους ἀποβουκολεῖ καὶ διόλλυσι τῶν ἀνθρώπων, οἱ δέ γε τὸν νοῦν ἐρρωμένοι προορῶσι τὰς πάγας καὶ ταύτας ὑπερπηδῶσιν. 3.107 Ἀτὰρ οὖν καὶ τὰς περὶ τούτων δόξας ἐκ παραλλήλου θέντες, ἀθρήσατε, πότερα τούτων ἁρμοδιώτερα Θεῷ· τὸ τὸν ἀγαθὸν πονηρᾶς φύσεως φάναι δημιουργὸν καὶ τούτῳ μὴ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν ἐγχειρίσαι καὶ ἐπιτρέψαι οἱ κυβερνᾶν, ᾗ βούλεται· ἢ τοὐναντίον εἰπεῖν, ὡς ἀναίτιος μὲν κακῶν παντά πασιν ὁ Θεός, αἱρέσει δὲ γνώμης οἱ δαίμονες γεγένηνται πο 3.108 νηροί, ὥσπερ δὴ καὶ τῶν ἀνθρώπων οἱ πλεῖστοι. Ἀλλὰ γὰρ οἶμαι καὶ ὑμᾶς ξυνομολογήσειν, ὡς ταῦτα ἐκείνων ἀμείνω τὰ δόγματα. Εἰ δὲ καὶ αὐτοῖς γε τοῖς θείοις λογίοις ἐντύχοιτε καὶ τὸν ἐκείνων σκοπὸν ἀκριβῶς καταμάθοιτε, σαφέστερον εἴσεσθε, πόσῳ τὰ θεό πνευστα λόγια τῶν ἀνθρωπίνων διενήνοχε λογισμῶν, καὶ ὁποῖα μὲν τὰ τοῦ θείου Πνεύματος δόγματα, ὁποῖα δὲ τὰ τῶν πονηρῶν δαιμόνων παιδεύματα.

4.t ΠΕΡΙ ΥΛΗΣ ΚΑΙ ΚΟΣΜΟΥ.

4.1 ∆ημόκριτον τὸν ∆αμασίππου τὸν Ἀβδηρίτην φασὶ παραπλη σίαν εἶναι τῇ

φύσει λέγειν τὴν ἀρίστην διδασκαλίαν· μεταμορφοῦν γὰρ δὴ ταύτην καὶ μεταρυθμίζειν πρὸς τὸ βέλτιον τὴν ψυχὴν καὶ τοὺς παλαιοὺς ἀνανεοῦσθαι χαρακτῆρας, οὓς ἐξ ἀρχῆς ἡ 4.2 φύσις ἐνέθηκεν. Καὶ ἔγωγε μάλα τόνδε τὸν λόγον εὖ ἔχειν ὑπεί ληφα. Καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ ριος εἰς ἀκολασίαν, ἡνίκα νέος ἦν, ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύπους, τοὺς δὲ τῆς φιλοσο φίας ἐκμάξασθαι. Πολλὰ δέ που τοιαῦτα καὶ τὰ θεῖα ἡμᾶς ἐξεπαίδευσε λόγια. Καὶ γὰρ καὶ τελώνας ὁ Σωτὴρ ὁ ἡμέτερος πλεονεκτικὸν βίον ἀσπασαμένους καὶ ἄδικον καὶ χαμαιτύπην λαγνιστάτην καὶ παρανομώτατον λῃστὴν καὶ ἄλλους πολλοὺς πονηρίᾳ ξυνεζηκότας εἰσηγήσεσι καὶ παραινέσεσιν ἐκ μὲν τοῦ βαράθρου τῆς κακίας ἀνέσπασεν, ἀρετῆς δὲ τελεωτάτης ἀπέφηνεν 4.3 ἐραστάς. Καὶ τί λέγω τρεῖς ἢ τέτταρας ἢ δέκα ἢ πεντεκαίδεκα; Πᾶσαν γάρ που τὴν οἰκουμένην οὕτω διακειμένην δι' ἐκείνων γε τῶν ὀλίγων, οὓς αὐτὸς μετερύθμισεν, ἀθρόως μετέβαλε καὶ τὴν πάλαι τοῖς ἐξεστηκόσι καὶ παραπαίουσιν ἐοικυῖαν σωφρονοῦσαν ἀπέφηνεν. Τοῦτο σαφῶς εἰδότες ἡμεῖς τὴν σωτήριον ὑμῖν διδα σκαλίαν προσφέρομεν· καὶ διαμαχομένους ὁρῶντες καὶ ἀντιλέ γοντας καὶ τὴν θεραπείαν ἀπωθουμένους οὐκ ἀπαυδῶμεν, ἀλλὰ τῇ σπογγιᾷ τοῦ λόγου καταιονῶμεν τῆς ἀπιστίας τὸ πάθος. 4.4 Τρὶς δὲ ἤδη τοῦτο δεδράκαμεν, καὶ ὅπως ἀναγκαῖον καὶ χρήσι μον τὸ τῆς πίστεως ἐπεδείξαμεν φάρμακον· τίνα τε χρὴ δοξάζειν τῆς οὐσίας πέρι τῆς θείας, καὶ ὁποῖα προσήκει φρονεῖν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων, ἐπεδείξαμεν, καὶ τὸ τῆς ποιητικῆς μυθολογίας ἀπογυμνώσαντες αἶσχος καὶ τὴν τερατώδη τῶν φιλοσόφων ἀλληγορίαν ἐλέγξαντες. Ἐπειδὴ δὲ καὶ τῆς ὁρατῆς πέρι κτίσεως οὔτε ἀληθῆ οὔτε μὴν ξυνῳδά γε ἀλλήλοις ἐδόξασαν, ἀλλ' εἰς πολλὰς καθάπερ ἐν νυκτομαχίᾳ διεκρίθησαν μοίρας, ἀλλήλοις ὡς πολεμίοις ἀνέδην κεχρημένοι, προύργου οἶμαι καὶ τὰς τούτων ἐν μέσῳ προθεῖναι δόξας καὶ τῆς θείας γραφῆς παραθεῖναι τὰ δόγματα καὶ δεῖξαί γε ἄντικρυς, ὡς "λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν", ᾗ σοφός τις ἡμέτερος εἴρηκεν. 4.5 Ξενοφάνης μὲν οὖν ὁ Ὀρθομένους ὁ Κολοφώνιος, ὁ τῆς Ἐλεατικῆς αἱρέσεως