1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

36

σώματος, Ἀπολινάριος δὲ καὶ τῆς ψυχῆς ὡμολόγησε τὴν ἀνάληψιν· οὗτος δὲ καὶ τοῦ σώματος ἠρνήθη τὴν πρόσληψιν. Οὐδὲν γὰρ ἔφη τὸν Θεὸν Λόγον ἀνθρώπειον ἐκ τῆς Παρθένου λαβεῖν, ἀλλ' αὐτὸν ἀτρέπτως τραπέντα καὶ σάρκα γενόμενον· τοῖς γὰρ καταγελάστοις αὐτοῦ κέχρημαι λόγοις· τὴν πάροδον μόνην διὰ τῆς Παρθέ νου ποιήσασθαι, καὶ τῷ σταυρῷ προσηλωθῆναι καὶ προσπαγῆναι τὴν ἀπερίγραφον καὶ ἀπεριόριστον καὶ ἀχώρητον θεότητα τοῦ Μονογενοῦς, καὶ ταύτην τῷ τάφῳ παραδοθεῖσαν τετυχηκέναι τῆς ἀναστάσεως. Ἵνα δὲ τὴν τῆς μανίας ὑπερβολὴν καταλίπωμεν, ἐκεῖνο σκοπήσωμεν, ὡς οὐδὲν ἡμῖν ὄφελος ἐκ τῆς ἐνανθρωπήσεως γέγονε, καὶ τῆς ἡμετέρας ἀναστά σεως οὐδὲν ἐχέγγυον ἔχομεν. Οὐδὲ γὰρ, εἰ Θεὸς ἐκ νεκρῶν ἐγήγερται, πάντως καὶ ἄνθρωπος ἀναστήσε ται· πάμπολυ γὰρ τῶν φύσεων τὸ διάφορον. Τί δήποτε τοίνυν ὁ θεῖος Ἀπόστολος ἀπὸ τῆς ∆εσποτικῆς ἀναστάσεως τὸν περὶ τῆς ἡμετέρας ἀναστάσεως κρα τύνει λόγον, καὶ Κορινθίοις γράφων βοᾷ· "Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται;" ∆ιὰ μὲν γὰρ τοῦ πιστευο μένου τὸ ἀπιστούμενον ἔδειξε, τῷ δὲ ἀπιστουμένῳ καὶ τὸ πιστευόμενον συνεξέβαλεν. Εἰ γὰρ τὸ ἀναστῆ ναι, φησὶ, τὸν Χριστὸν ἀληθὲς, ἀληθὲς ἄρα καὶ τὸ ἡμᾶς ἀναστήσεσθαι· εἰ δὲ τοῦτο ψευδὲς, καὶ τὸ ἀνα στῆναι τὸν Χριστὸν ἄρα ψευδές· σῶμα γὰρ κἀκεῖνο, καὶ ταῦτα. Οὕτω πλείοσι τοῦτο κρατύνας συλλογι σμοῖς, ἀποφαντικῶς λοιπὸν ἐπήγαγε· "Νυνὶ δὲ Χρι στὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημέ νων." ∆ιὰ δὲ τῆς ἀπαρχῆς σαφῶς καὶ τὸ φύ ραμα παρεδήλωσεν· ἡ γὰρ ἀπαρχὴ τὴν αὐτὴν ἔχει φύσιν ἐκείνῳ, οὗπέρ ἐστιν ἀπαρχή. ∆ιδάσκει δὲ καὶ τὴν τῆς οἰκονομίας αἰτίαν· "Ἐπειδὴ γὰρ δι' ἀνθρώ που ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Εἶτα ἀπὸ τῶν φύσεων ἐπὶ τὰ πρόσωπα μεταβαίνει· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ἀλλὰ γὰρ πολλὰ πολλάκις περὶ τούτου συγγράψας, περιττὸν ἐπὶ τοῦ παρόντος μηκύνειν ὑπείληφα, ἄλλως τε μέλλων ἐν τῷ πέμπτῳ βιβλίῳ, σὺν Θεῷ, καὶ περὶ τούτων ἐρεῖν. Τούτῳ τοίνυν ἐπιθεὶς τῷ τετάρτῳ βιβλίῳ τὸ πέρας, τὴν τῆς εὐαγγελικῆς διδασκαλίας εὐγένειαν, ὡς ἔμοιγε δυνατὸν, ἐπιδεῖξαι πειράσομαι. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. ΘΕΙΩΝ ∆ΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗ. ΚΕΦΑΛΑΙΩΝ ΕΛΕΓΧΟΣ. Προοίμιον. αʹ. Περὶ ἀρχῆς καὶ Πατρός. βʹ. Περὶ Υἱοῦ. γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, καὶ τῶν θείων ὀνομάτων. δʹ. Περὶ δημιουργίας. εʹ. Περὶ ὕλης. ϛʹ. Περὶ Αἰώνων. ζʹ. Περὶ ἀγγέλων. ηʹ. Περὶ δαιμόνων. θʹ. Περὶ ἀνθρώπου. ιʹ. Περὶ Προνοίας. ιαʹ. Περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας. ιβʹ. Ὅτι σῶμα ὁ ∆εσπότης ἀνέλαβεν. ιγʹ. Ὅτι καὶ ψυχὴν μετὰ τοῦ σώματος ἀνέλαβεν. ιδʹ. Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλα βεν. ιεʹ. Ὅτι ἣν ἀνέλαβεν ἀνέστησε φύσιν. ιϛʹ. Ὅτι ὁ αὐτὸς ἀγαθὸς καὶ δίκαιος. ιζʹ. Ὅτι ὁ αὐτὸς καὶ τὴν Παλαιὰν καὶ τὴν Και νὴν ἔδωκε ∆ιαθήκην. ιηʹ. Περὶ βαπτίσματος. ιθʹ. Περὶ ἀναστάσεως. κʹ. Περὶ κρίσεως. καʹ. Περὶ ἐπαγγελιῶν. κβʹ. Περὶ τῆς δευτέρας τοῦ Σωτῆρος ἐπιφα νείας. κγʹ. Περὶ τοῦ Ἀντιχρίστου. κδʹ. Περὶ παρθενίας. κεʹ. Περὶ γάμου. κϛʹ. Περὶ δευτέρου γάμου. κζʹ. Περὶ πορνείας. κηʹ. Περὶ μετανοίας. κθʹ. Περὶ ἐγκρατείας. ΠΡΟΟΙΜΙΟΝ. Γλυκὺ μὲν εἶναι τὸ μέλι πᾶσιν ἀνθρώποις δοκεῖ, καὶ συγκρίσεως δίχα·