36
θείαν χάριν ἀθέως ἐπὶ τοὺς βεβήλους; ἀπόπτυστός ἐστι παρὰ θεῷ κατὰ τὸν θεῖον ∆ιονύσιον καὶ ἀνίερος ὁ τοιοῦτος· παρέλκον γάρ ἐστι τοὺς ἐπ' αὐτῷ ἄλλους κειμένους κανόνας ὧδε γράφειν. ὅτι δὲ καὶ ὑπὸ τοῦ προηγησαμένου πατριάρχου ἀφωρισμένος ἐνναετῆ χρόνον ἔτυχεν καὶ ὁ κανών, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ λυθῇ, οὐκ ἀνέχεται ἔτι τὴν λύσιν, ποῦ θήσομεν; πάντως δὲ ἡ ἀπάντησις, ὅτι ἐλέλυτο. καὶ εἰ ἐλέλυτο, πῶς οὐχ ἱερούργει; καὶ εἰ ἐλέλυτο, πῶς ἄρτι ἐζήτησεν λύσιν ὑπὸ συνόδου; δῆλον ὅτι ὁ δεδεμένος ζητεῖ λυθῆναι, οὐχ ὁ ἄδετος· ὥστε κἀνταῦθα περιπίπτει ἑαυτῷ ὁ θέλων κατὰ τῆς ἀληθείας κινεῖσθαι. Βεβήλωσις οὖν τῶν ἁγίων ἐστίν, ὦ ἀδελφέ, τοῦτον ἱερουργεῖν, καὶ σύγχυσις παντελὴς τῶν κανόνων τὸ μὴ τὰ τοιαῦτα φυλάττεσθαι. τί γὰρ λέγει καὶ ὁ Χρυσόστομος; ὅτι οὐκ ἀκίνδυνόν ἐστι τὸ ἀνεξέταστον ἐπὶ τοῦ ἱερέως, οὐ περὶ πίστεως, ὡς οἴει, τοῦτο λέγων, ἀλλὰ περὶ τῆς κατὰ τὸν βίον ἀκριβείας. ἐκζητεῖν τοίνυν καὶ ἀνερευνᾶν ἕκαστον ὅπως ἔχει οὐ δέον· ἡ χάρις γὰρ καὶ ἐπὶ τοὺς ἀναξίους διὰ τοὺς προσιόντας κάτεισιν. εἰς δὲ τοὺς προδήλως κατεγνωσμένους, ὧν ἐστιν εἷς καὶ ὁ Ἰωσήφ, μάλα ἀνομίαν μεγάλην συνάψας ἀναφανδὸν τῆς οἰκουμένης, ἣν ὁ Κύριος ἀπέφηνεν, καὶ ἐναγέστερος τοῦ μοιχεύσαντος χρηματίσας ὁ τοῦτον συζεύξας, τὸ μὴ διαστέλλεσθαι κατὰ τὸν Θεολόγον προδοσία τῆς ἀληθείας σαφὴς καὶ τῶν κανόνων παράλυσις. Ἢ οὐκ οἶδέν σου ἡ φιλία ὅτι αὐτὸ τὸ θεῖον αὐτεκδίκητον γέγονεν, ἡνίκα οὐ διανέστη ὁ ἰθύνων τὴν ἐκκλησίαν τὸ τηνικάδε, ὡς Σαμουὴλ πάλαι ἐπὶ τοῦ ἄφρονος Σαούλ, διαρρῆξαι τὴν τοῦ νέου Ἡρώδου κατὰ τὸν τῆς μοιχείας τρόπον βασιλείαν; ταῦτα γὰρ πέπονθεν καὶ Ἡρώδης ἐκεῖνος, ὑπὸ τοῦ οἰκείου λαοῦ ἀνασοβευθεὶς καὶ ἀποκτανθείς, ἐπὰν εἴασεν τὴν τοῦ Ἀρέτα βασιλέως θυγατέρα, νόμιμον αὐτοῦ οὖσαν γυναῖκα, ἀγαγόμενος παρανόμως τὴν τοῦ ἀδελφοῦ Φιλίππου Ἡρωδιάδα. εἰ δὲ ταῦτα οὐ δέον ἐκδικεῖσθαι, ἡμαρτηκὼς ἐνώπιον τῆς ἀγάπης σου γέγονεν, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὁ Πρόδρομος Ἰωάννης, ἐλέγξας τὸν Ἡρώδην καὶ θανὼν ὑπὲρ τοῦ ἐλεγμοῦ· ὡσαύτως καὶ ὁ Χρυσόστομος, ὑπὲρ τοῦ ἀγροῦ τῆς χήρας ἔνστασιν ἀθλητικὴν ἐπι δειξάμενος (ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, φησίν, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν), ἵνα μὴ λέγω τὰς τῶν ἄλλων ἁγίων ὁμοτρόπους ὑπὲρ τῶν τοιούτων ἐνστάσεις. ἢ πάλιν ἀγνοεῖ ἡ τιμιότης σου ὅτι ἐκ δύο συνισταμένου τοῦ χριστιανισμοῦ, λέγω δὴ πίστεως καὶ ἔργου, εἰ θάτερον λείπει, οὐδὲ τὸ ἕτερον ὀνίνησι τῷ ἔχοντι; Ζηλούτω τοίνυν, παρακαλοῦμεν, τὰ θεῖα, καὶ πρῶτον μὲν ὡς τοῦ κοινοῦ πατρὸς τέκνον χρηματίζουσα συνεπαιρέσθω πρὸς τὰ δέοντα, δεύτερον ὡς τῷ μακαρίτῃ Σάβᾳ μαθητευσαμένη ἀκρίβειαν οὐ μόνον κατὰ τὴν πίστιν, ἀλλὰ καὶ κατὰ τοὺς κανόνας ἀσπαζέσθω, τρίτον τὰ ἀδελφὰ ἡμῖν φρονείτω ὡς ὁμάδελφος οὖσα καὶ (ὑπομιμνήσκομεν) τὸ οἰκεῖον κάθισμα ἐπιτηρείτω, μήπως ἐντεῦθεν σκάζωμεν περὶ τὰ κάλλιστα. σύγγνωθι ἀδελφικῶς ὑπομνήσκουσιν, ὥσπερ καὶ αὐτῷ ἡμεῖς· καὶ οὐ χρεὼν ἡμᾶς ἀγανακτεῖν ὑπομνησθέντας, μηδὲ ἡ σὴ τιμιότης δριμυσσέσθω, ἀλλὰ ἀναπτέσθω μᾶλλον εἰς ἀγάπην καὶ ἐπιστελλέτω ὁσάκις ἂν καὶ βούληται τὰ τοιαῦτα. οὐδὲν γὰρ παρὰ τούτου βλαβησόμεθα ἢ τὸ βιοῦν ἀσφαλέστερον. Περὶ δὲ τοῦ πάπα, τίς ἡμῖν λόγος οὕτως πράσσοντος ἢ ἐκεῖνο, ὡς τοῖς οἰκείοις, συγχώρησον, ἑάλω πτεροῖς κατὰ τὸ λόγιον; μηδὲν γὰρ περὶ τῶν ἐκδήλων ἁμαρτημάτων τοῦ ἱερέως φροντίζειν φάμενος οὐ τόν τινα ἱερέα, ἀλλὰ τὴν κεφαλὴν τῆς ἐκκλησίας κατεκωμῴδησεν τοσαῦτα καὶ ἀπεμυσάξατο, ὡς ἡμᾶς αἰδεσθῆναι καὶ ἀκοῦσαι. εἰ δὲ ἀληθῶς οὕτως ἐστί, φεῦ τῆς ἱεραρχίας. πλὴν νουνεχῶς κινοῦμεν τὴν γλῶτταν, παρακαλοῦμεν, ἐπὶ τὰς κεφαλὰς καὶ μὴ οὕτω σφοδρῶς ἀποφαινώμεθα. εἰ δὲ ὅτι οἱ ἄνθρωποι μέλλουσιν ἀνοίγειν τὰ στόματα, ὡς γέγραφας, ἐπὶ τὸ λέγειν ὅτι ἐκπεσόντες τῆς ἐνταῦθα πατριαρχίας εἰς ἑτέραν ὑπόθεσιν μετεπέσαμεν, μὴ φροντιζέτω σου ἡ τιμιότης. οἶδεν ὁ θεὸς καὶ τὴν πρώτην κίνησιν καὶ τὴν δευτέραν, ἀλλὰ μὴν καὶ τὴν τρίτην αὐτὸς δοκιμάσει, αὐτὸς διελέγξει, αὐτὸς παραστήσει ἐπὶ τοῦ