1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

37

Ταπενακεραμεὺς καὶ Παῦλος μοναχὸς ἀπὸ Ὑψηλῆς ὡμολόγησαν ὅτι παρ' ἡμῖν ἐστιν Ἀρσένιος, ἡμεῖς δὲ μαθόντες πεποιήκαμεν αὐτὸν ἐμ 67.3 βληθῆναι εἰς πλοῖον καὶ πλεῦσαι εἰς τὰ κάτω μέρη μετὰ Ἠλία μοναχοῦ. καὶ ἐξαίφνης μετὰ ταῦτα πάλιν ἀνελθὼν ὁ διάκονος μετά τινων ἐπιστὰς ἐν τῇ μονῇ ἡμῶν ἕνεκεν τοῦ αὐτοῦ Ἀρσενίου αὐτὸν μὲν οὐχ εὕρηκεν διὰ τὸ ἀπεσταλκέναι ἡμᾶς αὐτόν, ὡς προείπομεν, ἐν τοῖς κάτω μέρεσιν, ἐμὲ δὲ μετὰ τοῦ μοναχοῦ τοῦ παραλαβόντος αὐτὸν Ἠλία κατήνεγκαν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προσήνεγκάν με τῷ δουκί, καὶ οὐκ ἴσχυσα ἀρνήσασθαι, ἀλλ' ὡμολόγησα, ὅτι ζῇ καὶ οὐκ ἀνῃρέθη. τὰ αὐτὰ δὲ καὶ ὁ παραλαβὼν αὐτὸν μοναχὸς 67.4 ὡμολόγησε. διὰ τοῦτο ταῦτά σοι γνωρίζω, πάτερ, ἵνα μὴ δόξῃ σοι κατηγορῆσαι Ἀθανασίου· εἶπον γὰρ ὅτι ζῇ καὶ παρ' ἡμῖν ἦν κρυπτόμενος. καὶ ἐγνωρίσθη πάντα ταῦτα ἐν Αἰγύπτῳ καὶ οὐκέτι δύναται κρυβῆναι τοῦτο. Παφνούτιος μοναχὸς τῆς αὐτῆς μονῆς ὁ γράψας τὴν ἐπιστολὴν πολλά σε ἀσπάζομαι, ἐρρῶσθαί σε εὔχομαι.

68.1 Ἃ δὲ καὶ βασιλεὺς ἔγραψε μαθὼν ὅτι εὑρέθη Ἀρσένιος ζῶν, ἔστι ταῦτα· Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ πάπᾳ Ἀθανασίῳ. Τοῖς παρὰ τῆς σῆς συνέσεως ἐντυχὼν γράμμασι ταύτης γνώμης αὐτὸς ἐγενόμην, ὡς ἀντιγράφων τῇ σῇ στερρότητι προτρέψασθαί σε, ὅπως πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ θεοῦ λαὸν ἄγειν σπουδάσῃς. ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς ἀλήθειάν τε ἀσκεῖν καὶ ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν καὶ 68.2 τούτοις μάλιστα χαίρειν τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομένοις. περὶ δὲ ἐκείνων τῶν πάσης ἀρᾶς ἀξίων, τῶν Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων καὶ ἀθεμίτων, οἵτινες τῇ ἐμπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι καὶ μόνον φθόνῳ καὶ ζάλῃ καὶ θορύβοις τὰ ἄτοπα κινοῦσι τὴν ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες, ταῦτα φθέγξομαι. ὁρᾷς γάρ, ὅπως οἱ ἄνδρες, οὓς ἐκεῖνοι ξίφει ἀνῃρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσι καὶ τῆς ζωῆς ἀπολαύουσι. πρὸς δὴ ταῦτα τί ἂν γένοιτο πρόκριμα χεῖρον οὕτω φανερῶς καὶ σαφῶς ἐπιφερόμενον τῇ ἐκείνων δίκῃ, ἢ τὸ τούτους, οὓς ἀνῃρῆσθαι ἔλεγον, ζῆν τε καὶ τοῦ βίου ἀπολαύειν, 68.3 οἵτινες δηλονότι καὶ ὑπὲρ ἑαυτῶν φθέγξασθαι δυνήσονται; προσέκειτο δὲ καὶ τοῖς παρὰ τῶν Μελιτιανῶν ἐκείνων καὶ τοῦτο. διεβεβαιοῦντο γὰρ ἀθεμίτῳ ὁρμῇ ἐπεισελθόντα σε καὶ ἁρπάσαντα ποτήριον ἐν τῷ ἁγιωτάτῳ ἀποκείμενον τόπῳ κεκλακέναι, οὗ πράγ ματος ἀληθῶς οὐδὲν μεῖζον ἦν ἔγκλημα οὔτε τηλικοῦτον ἀτόπημα, εἰ τοῦτο οὕτως πε πρᾶχθαί τε καὶ ἡμαρτῆσθαι συνέβαινεν. ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη; τίς δὲ ἡ μετά βασις καὶ ποικιλία τοῦ πράγματος, ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν; ὅπερ δηλονότι πρᾶγμα αὐτοῦ τοῦ φωτὸς ὡς εἰπεῖν ἐστὶ 68.4 τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον. μετὰ δὴ ταῦτα τίς ἂν ἐκείνοις τοῖς ἀνθρώποις τοῖς τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις ἀκολουθῆσαι ἐθελή σειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι καὶ συνορῶσιν ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι; ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσειε καὶ εἰς τὴν ὁδὸν τῆς ἀπωλείας πρηνὴς ἀπέλθοι; εἰς ἐκείνην δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι 68.5 τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν οἴονται. εἰ γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν καὶ ὑπομνησθῆναι τῆς ἀρίστης γνώμης καὶ ἐπὶ τὴν ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν, ῥᾳδίως γνώσονται οὐδεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς προνοίας, ἐπειδήπερ τοιούτων εἰσὶ ζηλωταὶ καὶ ἐπὶ τῷ οἰκείῳ ὀλέθρῳ πειράζονται. ταύτην δὴ 68.6 οὖν οὐ τραχύτητά τινα, ἀλλὰ ἀλήθειαν δικαίως ἂν εἴποιμι. τὸ τελευταῖον δὲ καὶ τοῦτο προστίθημι, ὅτιπερ βουλόμεθα δημοσίᾳ παρὰ τῆς σῆς συνέσεως πολλάκις ἀνα γνωσθῆναι ταῦτα, ὡς ἂν ἐντεῦθεν εἰς τὴν ἁπάντων γνῶσιν ἔλθοι καὶ μάλιστα εἰς τὴν ἐκείνων ἀφικέσθαι δυνηθείη, οἵτινες οὕτω πράττουσιν, οὕτως ἀναστρέφουσιν, ὡς ταῦτα 68.7