δεῖν τε ἐξιλάσκεσθαι αὐτὸν, καὶ μὴ πορευθῆναι ἐν ἐπιθυμίᾳ καρδίας. Περὶ τοῦ μὴ περι φέρεσθαι παντὶ ἀνέμῳ, καὶ περὶ φλυαρίας καὶ ὑπερ ηφανίας· περὶ φιληδόνου· δοκιμασία πιστοῦ καὶ ἀπίστου· περὶ παιδείας Κυρίου, ὅτι ἀπὸ νεότητος ἕως γήρως ἐπιθυμεῖν αὐτὴν δεῖ· περὶ ἀκροάσεως ἀνω φελοῦς· περὶ τοῦ μὴ προδιδόναι φίλον, μηδὲ ἀστο χεῖν γυναικὸς σοφῆς· περὶ οἰκετῶν, περὶ κτημάτων· περὶ τέκνων· περὶ γυναικῶν· περὶ τοῦ μὴ κακο ποιεῖν, ἢ φιλαρχεῖν, ἢ καταφρονεῖν ἁμαρτάνειν. Περὶ τοῦ μὴ ψεύδεσθαι ἀδελφῷ, μηδὲ φλυαρεῖν ἐπὶ πρε σβυτέρων, μηδὲ δευτερῶσαι λόγον· περὶ δόξης πα 28.380 τρὸς, ἢ μητρὸς, καὶ περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, καὶ τῆς εἰς ἱερεῖς τιμῆς, καὶ τῆς εἰς κακουμένους ἐπισκέψεως. Ὅτι ἑκάστου πράγματος τὸ τέλος δεῖ προορᾷν, καὶ οὕτως ἄρχεσθαι· ἑκάστου λόγου, ἢ πράξεως σκοπεῖν τὰ ἔσχατα. Καὶ περὶ τοῦ μὴ παρορᾷν διήγημα γερόντων σοφῶν. Ἐξ ὅσων γίνεται πορ νεία· περὶ τοῦ μὴ ἐγκαταλιμπάνειν φίλον ἀρχαῖον· ὁ γὰρ νέος οἶνος φίλῳ νέῳ συγκρίνεται· περὶ τεχνί του σοφοῦ, καὶ κριτοῦ διδασκάλου, καὶ βασιλέως ἀπαιδεύτου. Ὅτι μακρὸν ἀῤῥώστημα σκοπεῖ ἰατρός· περὶ σπέρματος ἐντίμου καὶ ἀπίστου· περὶ οἰκέτου σοφοῦ, καὶ ἄρχοντος πλουσίου. Ὅτι μικρὸν ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρ πὸς αὐτῆς. Περὶ τοῦ μὴ ἀκρίτως, μηδὲ ἀνεξετάστως μέμφεσθαι, μηδὲ εἶναι πολυπράγμονα, ἀλλὰ δίκαιον, ὅτι Θεὸς ὁ πλουτίζων. Ὅτι μηδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀμετάκλητον ἡγεῖσθαι. Περὶ τοῦ μὴ γνησιάζειν παντὶ ἀνθρώπῳ, ἀλλὰ εὐσεβέσι καὶ δι καίοις· καὶ περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τοῦ μὴ κοινωνεῖν ὑπερηφάνοις διὰ τὸν ἐξ αὐτοῦ μολυσμὸν, καὶ τὴν συντριβὴν, καὶ περὶ τῆς τοῦ πλη σίον θεραπείας παρὰ πολλῶν· καὶ ὅτι πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον. Ὥσπερ γὰρ οὐ κοινωνεῖ λύκος ἀμνῷ, οὔτε εἰρηνεύει ὕαινα πρὸς κύνα· οὕτως ἁμαρ τωλὸς πρὸς εὐσεβῆ. Περὶ μικρολόγων τῶν μὴ μετα διδόντων ἑτέροις, καὶ ὅτι ἐν πλούτῳ καὶ πτωχείᾳ δί καιον εἶναι καὶ ὅσιον, μὴ τοὐναντίον. Μακάριον ἡγεῖ σθαι τὸν σοφίᾳ καὶ συνέσει συζῶντα μέχρι τελευτῆς, οὐ τὸν πλούσιον ἐν κόσμῳ. Περὶ αὐτεξουσίου, ὅτι περὶ ἀποστασίας μὴ αἰτιῶ τὸν Κύριον· πάντα γάρ σοι παρέθετο. Ὅτι κρεῖσσον ἄπαιδα εἶναι ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει Θεόν. Περὶ φωρά σεως Θεοῦ καὶ κρίσεως, καὶ μὴ νόμιζε τὸν Θεὸν κρύπτεσθαι ἀνόμους ἢ ἐκφεύγειν αὐτοῦ τὴν κρίσιν. Περὶ τῶν κτισμάτων. Περὶ τῆς τοῦ ἀνθρώπου πλά σεως, ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως· περὶ ἐλεημοσύνης καὶ μετανοίας· περὶ ἐπιεικοῦς ἀποκρί σεως· περὶ τοῦ μὴ μωμεῖσθαι τὸ ἀγαθὸν ἔργον, μηδὲ δόμα ἐν λυπηρῷ λόγῳ· ὥστε τὸν ἐπιθυμοῦντα ἀρχῆς προπετεύεσθαι, καὶ ἐν πᾶσι προετοιμάζεσθαι. Περὶ τοῦ μὴ ἀσωτεύεσθαι, καὶ ὧν δεῖ ἀπέχεσθαι. Περὶ φυλακῆς μυστηρίων, καὶ περὶ ἄφρονος, περὶ σοφίας τῆς διὰ παραβολῶν, καὶ περὶ βίου, καὶ ἀρχῆς, καὶ σοφῶν, καὶ μωρῶν. Περὶ θυγατρὸς θρασείας· καὶ περὶ ἀπροσεξίας μωροῦ, καὶ περὶ διανοίας στεῤῥᾶς, καὶ ἐν τίσι διαλύεται φιλία καὶ περὶ τοῦ μὴ ἀπρο φυλάκτως φθέγγεσθαι τοῖς ἁμαρτήσασι. Περὶ παι δείας, καὶ τοῦ μὴ αἰτεῖσθαι ὅρκον· περὶ φυλακῆς ψυχῆς καὶ σώματος, καὶ περὶ ἀνθρώπου πόρνου. Περὶ πονηρᾶς γυναικὸς, καὶ μοιχαλίδος. Προφητεία περὶ Ἰησοῦ Χριστοῦ, ὅς ἐστι σοφία καὶ Υἱὸς, παρει κασθεὶς ποταμοῖς. Περὶ προσθήκης παιδείας· περὶ τῶν δέκα μακαρισμῶν· περὶ πληγῆς ἐπαγωγῆς καὶ ἐκδικήσεως· περὶ πλημμελείας ἐμπόρου· περὶ τῶν ἀποκαλυπτόντων μυστηρικὸν λόγον. Περὶ ἀνθρώπου θυμώδους· περὶ γλωσσώδους ἀνδρός· περὶ τοῦ δανί ζειν τῷ πλησίον, καὶ τόκους μὴ λαμβάνειν, ἀλλὰ κι 28.381 χρᾷν αὐτῷ δεομένῳ· περὶ ἐγγυήσεως τοῦ πλησίον, καὶ περὶ ζωῆς· περὶ τοῦ μὴ ἐπιστροφῇ παιδεύειν τέκνα, περὶ ὑγιείας σώματος, καὶ βρώσεως, καὶ ψυ χῆς· περὶ
37