37
σιν, ὅτι, ὃς ἄν σοι κελεύσαντι ἀπειθήσῃ, Χριστῷ ἀπειθεῖ, Χριστῷ δὲ ἀπειθή- σας θεὸν παροργίζει. Χρὴ οὖν τὴν ἐκκλησίαν ὡς πόλιν ἐν ὕψει ᾠκοδομημένην φιλόθεον ἔχειν τάξιν καὶ διοίκησιν καλήν. πρὸ πάντων ὁ ἐπίσκοπος ὡς ἄρχων περὶ ὧν λέγει ἀκουέσθω. οἱ πρεσβύτεροι τὰ κελευόμενα γίνεσθαι σπουδαζέτωσαν. οἱ διάκονοι ἐκπεριερχόμενοι τῶν ἀδελφῶν τὰ σώματα καὶ τὰς ψυχὰς ἐπισκε- πτέσθωσαν καὶ τῷ ἐπισκόπῳ ἀντιβαλλέτωσαν. οἱ λοιποὶ πάντες ἀδελφοὶ τὸ ἀδικεῖσθαι ἀναδεχέσθωσαν· εἰ δὲ κρίνεσθαι θέλουσιν, περὶ ὧν ἀδικοῦνται, ἐπὶ τῶν πρεσβυτέρων συμβιβαζέσθωσαν· τὸν δὲ συμβιβασμὸν οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ προσαναφερέτωσαν. νέων δὲ μὴ μόνον κατεπειγέτωσαν τοὺς γάμους, ἀλλὰ καὶ τῶν προβεβηκότων, μήπως ζέουσα ἡ ὄρεξις προ- φάσει πορνείας ἢ μοιχείας λοιμὸν προσενέγκῃ τῇ ἐκκλησίᾳ. ὑπὲρ πᾶσαν γὰρ ἁμαρτίαν ἡ τῆς μοιχείας ἀσέβεια θεῷ ἐστύγηται, ὅτι οὐ μόνον αὐ- τὸν τὸν ἁμαρτήσαντα ἀναιρεῖ, ἀλλὰ καὶ τοὺς συνεστιωμένους καὶ συνα- μιλλωμένους· λύσσῃ γὰρ ἔοικεν, ὅτι τῆς ἰδίας μανίας μεταδιδόναι φύσιν ἔχει. σωφροσύνης οὖν χάριν σπευδέτωσαν τοὺς γάμους ἐπιτελεῖν μὴ μόνον οἱ πρεσβύτεροι, ἀλλὰ καὶ οἱ πάντες. ἡ γὰρ τοῦ μοιχησαμένου ἁμαρτία ἐπὶ τοὺς πάντας ἐλθεῖν βιάζεται. τὸ οὖν σπεύδειν σωφρονεῖν τοὺς ἀδελφούς, τοῦτο πρώτη ἐλεημοσύνη· ψυχῆς γάρ ἐστιν θεραπεία· ἡ γὰρ τροφὴ τοῦ σώματος ἀνάπαυσίς ἐστιν. ὅμως ἐὰν ἀγαπήσητε τοὺς ἀδελφοὺς ὑμῶν, οὐδὲν αὐτῶν ἀφαιρήσεσθε, ὧν δὲ ἔχετε μεταδώσετε· πεινῶντας γὰρ θρέψετε, διψῶσιν ποτὸν παρέξετε, γυμνοὺς ἐνδύσετε, νο- σοῦντας ἐπισκέψεσθε, τοῖς ἐν εἱρκταῖς ὡς δυνατὸν βοηθήσετε, ξένους εἰς τὰ ἑαυτῶν σκηνώματα προθύμως ἀποδέξεσθε, μηδένα μισήσετε. ὡς δὲ δεῖ εὐσεβεῖν, εὐγνωμονοῦντας ὑμᾶς ὁ ὑμέτερος διδάξει νοῦς. πρὸ δὲ πάντων (εἰ καὶ δεῖ ὑμῖν λέγειν) συνεχέστερον συνέρχεσθε, εἴθε καθ' ὥραν, ἐπεί γε ἐν ταῖς νενομισμέναις τῆς συνόδου ἡμέραις. ἐὰν γὰρ τοῦτο ποιῆτε, ἐντὸς τειχῶν ἀσυλίας ἐστέ· ἀρχὴ γὰρ ἀπωλείας ἀπο- ταξία. μήτε οὖν προφάσει μικροψυχίας τῆς πρὸς ἀδελφὸν ἀπολειπέσθω τις τοῦ συνεδρεύειν. ἐὰν γάρ τις ὑμῶν ἀπολειφθῇ τοῦ συνάγεσθαι, τῶν σκορπιζόντων τὴν Χριστοῦ ἐκκλησίαν λογισθήσεται καὶ ὡς τῶν κατὰ τῶν τοῦ Χριστοῦ μαθητῶν ὑπάρξας κολασθήσεται. μετὰ μοιχῶν ἀποβληθή- σεται. ὡς γὰρ μοιχὸς ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος προφάσει τινὸς ἑαυτὸν ἀφώρισεν, καὶ τῷ πονηρῷ κατ' αὐτοῦ χώραν ἔδωκεν πρόβατον ἁρπάσαι ὡς μανδρῶν ἔξω εὑρεθέν. πλὴν τοῦ ἐπισκόπου ὑμῶν ἀκούετε καὶ τι- μὴν πᾶσαν αὐτῷ ἀπονέμοντες μὴ κάμητε, εἰδότες ὅτι προφάσει τῇ πρὸς αὐτὸν εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ Χριστοῦ εἰς θεὸν ἀναφέρεται καὶ τῷ προσενέγκαντι πολυπλασίως ἀνταποδίδοται. θρόνον οὖν Χριστοῦ τιμήσετε· ὅτι καὶ Μωυσέως καθέδραν τιμᾶν ἐκελεύσθητε, κἂν οἱ προκα- θεζόμενοι ἁμαρτωλοὶ νομίζωνται. καὶ ταῦτα μὲν ὑμῖν αὐτάρκως εἴρη- ται· αὐτῷ δέ, πῶς ἀμέμπτως βιοῦν, περιττὸν ἡγοῦμαι λέγειν, ὁπότε τοῦ κἀμὲ διδάξαντος δόκιμος ὑπάρχει μαθητής. πλήν, ἀδελφοί, ἔνια οὐ χρὴ ἀναμένειν ἀκούειν, ἀλλὰ καὶ ἀφ' ἑαυτῶν τὸ εὔλογον νοεῖν. Ζακχαῖος μόνος ὑμῖν ὅλος ἑαυτὸν ἀσχολεῖν ἀποδεδωκώς, κοιλίαν ἔχων