37
πολέμους ἰσχυροτέρους καὶ ἀνδρειοτέρους δείκνυσθαι τῶν ὀκτὼ γενεῶν καὶ προεξάρχειν τοῦ πολέμου προεκρίθησαν πρῶται γενεαί. Εἷς δέ ἐστιν ἄρχων ἐν αὐτοῖς, ἤγουν ἐν ταῖς τρισὶ γενεαῖς τῶν Καβάρων, ὅστις καὶ μέχρι τὴν σήμερον ἔστιν. 40 Περὶ τῶν γενεῶν τῶν Καβάρων καὶ τῶν Τούρκων. Πρώτη ἡ παρὰ τῶν Χαζάρων ἀποσπασθεῖσα αὕτη ἡ προρρηθεῖσα τῶν Καβάρων γενεά, δευτέρα τοῦ Νέκη, τρίτη τοῦ Μεγέρη, τετάρτη τοῦ Κουρτουγερμάτου, πέμπτη τοῦ Ταριάνου, ἕκτη Γενάχ, ἑβδόμη Καρῆ, ὀγδόη Κασῆ. Καὶ οὕτως ἀλλήλοις συναφθέντες, μετὰ τῶν Τούρκων οἱ Κάβαροι εἰς τὴν τῶν Πατζινακιτῶν κατῴκησαν γῆν. Μετὰ δὲ ταῦτα παρὰ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀοιδίμου βασιλέως, προσκληθέντες διεπέρασαν, καὶ τὸν Συμεὼν πολεμήσαντες κατὰ κράτος αὐτὸν ἥττησαν, καὶ ἐξελάσαντες μέχρι τῆς Πρεσθλάβου διῆλθον, ἀποκλείσαντες αὐτὸν εἰς τὸ κάστρον τὸ λεγόμενον Μουνδράγα, καὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν. Τῷ δὲ τότε καιρῷ τὸν Λιούντικα, τὸν υἱὸν τοῦ Ἀρπαδῆ εἶχον ἄρχοντα. Μετὰ δὲ τὸ πάλιν τὸν Συμεὼν μετὰ τοῦ βασιλέως τῶν Ῥωμαίων εἰρηνεῦσαι καὶ λαβεῖν ἄδειαν διεπέμψατο πρὸς τοὺς Πατζινακίτας, καὶ μετὰ αὐτῶν ὡμοφώνησεν τοῦ καταπολεμῆσαι καὶ ἀφανίσαι τοὺς Τούρκους. Καὶ ὅτε οἱ Τοῦρκοι πρὸς ταξίδιον ἀπῆλθον, οἱ Πατζινακῖται μετὰ Συμεὼν ἦλθον κατὰ τῶν Τούρκων, καὶ τὰς αὐτῶν φαμιλίας παντελῶς ἐξηφάνισαν, καὶ τοὺς εἰς φύλαξιν τῆς χώρας αὐτῶν Τούρκους ἀπ' ἐκεῖσε κακιγκάκως ἀπεδίωξαν. Οἱ δὲ Τοῦρκοι ὑποστρέψαντες καὶ τὴν χώραν αὐτῶν οὕτως εὑρόντες ἔρημον καὶ κατηφανισμένην, κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν καὶ σήμερον κατοικοῦσιν, τὴν ἐπονομαζομένην κατὰ τὴν ἀνωτέρω, ὡς εἴρηται, τῶν ποταμῶν ἐπωνυμίαν. Ὁ δὲ τόπος, ἐν ᾧ πρότερον οἱ Τοῦρκοι ὑπῆρχον, ὀνομάζεται κατὰ τὴν ἐπωνυμίαν τοῦ ἐκεῖσε διερχομένου ποταμοῦ Ἐτὲλ καὶ Κουζοῦ, ἐν ᾧ ἀρτίως οἱ Πατζινακῖται κατοικοῦσιν. Οἱ δὲ Τοῦρκοι παρὰ τῶν Πατζινακιτῶν διωχθέντες ἦλθον καὶ κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν νῦν οἰκοῦσιν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ παλαιά τινα ἔστιν γνωρίσματα· καὶ πρῶτον μέν ἐστιν ἡ τοῦ βασιλέως Τραϊανοῦ γέφυρα κατὰ τὴν τῆς Τουρκίας ἀρχήν, ἔπειτα καὶ ἡ Βελέγραδα ἀπὸ τριῶν ἡμερῶν τῆς αὐτῆς γεφύρας, ἐν ᾗ καὶ ὁ πύργος ἐστὶν τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου, τοῦ βασιλέως, καὶ πάλιν κατὰ τὴν τοῦ ποταμοῦ ἀναδρομήν ἐστιν τὸ Σέρμιον ἐκεῖνο λεγόμενον, ἀπὸ τῆς Βελεγράδας ὁδὸν ἔχον ἡμερῶν δύο, καὶ ἀπὸ τῶν ἐκεῖσε ἡ μεγάλη Μοραβία, ἡ ἀβάπτιστος, ἣν καὶ ἐξήλειψαν οἱ Τοῦρκοι, ἧς ἦρχε τὸ πρότερον ὁ Σφενδοπλόκος. Ταῦτα μὲν τὰ κατὰ τὸν Ἴστρον ποταμὸν γνωρίσματά τε καὶ ἐπωνυμίαι, τὰ δὲ ἀνώτερα τούτων, ἐν ᾧ ἐστιν ἡ πᾶσα τῆς Τουρκίας κατασκήνωσις, ἀρτίως ἐπονομάζουσιν κατὰ τὰς {τοῦ} τῶν ἐκεῖσε ῥεόντων ποταμῶν ἐπωνυμίας. Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ Τιμήσης, ποταμὸς δεύτερος ὁ Τούτης, ποταμὸς τρίτος ὁ Μορήσης, ποταμὸς τέταρτος ὁ Κρίσος, καὶ πάλιν ἕτερος ποταμὸς ἡ Τίτζα. Πλησιάζουσι δὲ τοῖς Τούρκοις πρὸς μὲν τὸ ἀνατολικὸν μέρος οἱ Βούλγαροι, ἐν ᾧ καὶ διαχωρίζει αὐτοὺς ὁ Ἴστρος, ὁ καὶ ∆ανούβιος λεγόμενος ποταμός, πρὸς δὲ τὸ βόρειον οἱ Πατζινακῖται, πρὸς δὲ τὸ δυτικώτερον οἱ Φράγγοι, πρὸς δὲ τὸ μεσημβρινὸν οἱ Χρωβάτοι. Αἱ δὲ ὀκτὼ γενεαὶ τῶν Τούρκων αὗται πρὸς τοὺς οἰκείους ἄρχοντας οὐχ ὑπείκουσιν, ἀλλ' ὁμόνοιαν ἔχουσιν εἰς τοὺς ποταμούς, εἰς οἷον μέρος προβάλλει πόλεμος, συναγωνίζεσθαι μετὰ πάσης φροντίδος τε καὶ σπουδῆς. Ἔχουσι δὲ κεφαλὴν πρώτην τὸν ἄρχοντα ἀπὸ τῆς γενεᾶς τοῦ Ἀρπαδῆ κατὰ ἀκολουθίαν καὶ δύο ἑτέρους, τόν τε γυλᾶν καὶ τὸν καρχᾶν, οἵτινες ἔχουσι τάξιν κριτοῦ· ἔχει δὲ ἑκάστη γενεὰ ἄρχοντα. Ἰστέον, ὅτι ὁ γυλᾶς καὶ ὁ καρχᾶς οὐκ εἰσὶ κύρια ὀνόματα, ἀλλὰ ἀξιώματα. Ἰστέον, ὅτι ὁ Ἀρπαδής, ὁ μέγας Τουρκίας ἄρχων, ἐποίησεν τέσσαρας υἱούς· πρῶτον τὸν Ταρκατζοῦν, δεύτερον τὸν Ἰέλεχ, τρίτον τὸν Ἰουτοτζᾶν, τέταρτον τὸν Ζαλτᾶν. Ἰστέον, ὅτι ὁ πρῶτος υἱὸς τοῦ Ἀρπαδῆ, ὁ Ταρκατζοῦς ἐποίησεν υἱὸν τὸν Τεβέλη, ὁ δὲ δεύτερος υἱός, ὁ Ἰέλεχ ἐποίησεν υἱὸν τὸν Ἐζέλεχ, ὁ δὲ τρίτος υἱός, ὁ