37
οὗτος διδάσκαλος εὐσεβείας, οὗτος μετὰ Θεὸν πατὴρ ὑμῶν, δι' ὕδατος καὶ πνεύματος ἀναγεννήσας ὑμᾶς εἰς υἱοθεσίαν· οὗτος ἄρχων καὶ ἡγούμενος ὑμῶν, οὗτος ὑμῶν βασιλεὺς καὶ δυνάστης, οὗτος ὑμῶν ἐπίγειος θεὸς μετὰ Θεὸν, ὃς ὀφείλει τῆς παρ' ὑμῶν τιμῆς ἀπολαύειν. Περὶ γὰρ τούτου καὶ τῶν ὁμοίων αὐτοῦ ὁ Θεὸς ἔλεγεν· «Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες», καί· «Θεοὺς τοῦ λαοῦ σου οὐ κακολογήσεις.» Ὁ μὲν οὖν ἐπίσκοπος προκαθεζέ σθω ὑμῶν ὡς Θεοῦ ἀξίᾳ τετιμημένος, ᾗ κρατεῖ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντὸς ἄρχει. Ὁ δὲ διάκονος τούτῳ παρι στάσθω ὡς ὁ Χριστὸς τῷ Πατρί, καὶ λειτουργείτω αὐτῷ ἐν πᾶσιν ἀμέμπτως, ὡς ὁ Χριστός, ἀφ' ἑαυτοῦ ποιῶν οὐδέν, τὰ ἀρεστὰ ποιεῖ τῷ Πατρὶ πάντοτε. Ἡ δὲ διάκονος εἰς τύπον τοῦ ἁγίου Πνεύματος τετιμήσθω ὑμῖν, μηδὲν ἄνευ τοῦ διακόνου φθεγγομένη ἢ πράττουσα, ὡς οὐδὲ ὁ παράκλητος ἀφ' ἑαυτοῦ τι ποιεῖ ἢ λαλεῖ, ἀλλὰ δοξάζων τὸν Χριστὸν περιμένει τὸ ἐκείνου θέλημα· καὶ ὡς οὐκ ἔστιν εἰς τὸν Χριστὸν πιστεῦσαι ἄνευ τῆς τοῦ Πνεύματος διδασκα λίας, οὕτως ἄνευ τῆς διακόνου μηδεμία προσίτω γυνὴ τῷ διακόνῳ ἢ τῷ ἐπισκόπῳ. Oἵ τε πρεσβύτεροι εἰς τύπον ἡμῶν τῶν ἀποστόλων ὑμῖν νενομίσθωσαν· διδάσκαλοι ἔστωσαν θεογνωσίας, ἐπειδὴ καὶ ὁ Κύριος ἡμᾶς ἀποστέλλων ἔλεγεν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.» Aἵ τε χῆραι καὶ οἱ ὀρφανοὶ εἰς τύπον τοῦ θυσιαστηρίου λελογίσθωσαν ὑμῖν· αἵ τε παρθένοι εἰς τύπον τοῦ θυμιατηρίου τετιμήσθωσαν καὶ τοῦ θυμιάματος. Ὡς οὖν οὐκ ἦν ἐξὸν ἀλλογενῆ, μὴ ὄντα λευίτην, προσενέγκαι τι ἢ προσελθεῖν εἰς τὸ θυσιαστήριον ἄνευ τοῦ ἱερέως, οὕτως καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε. Eἰ δέ τις ἄνευ τοῦ ἐπισκόπου ποιεῖ τι, εἰς μάτην ποιεῖ αὐτό· οὐ γὰρ αὐτῷ εἰς ἔργον λογισθήσεται. Ὡς γὰρ ὁ Σαοὺλ ἄνευ τοῦ Σαμουὴλ προσενέγκας ἤκουσεν ὅτι «Μεμα ταίωταί σοι», οὕτως καὶ πᾶς λαϊκὸς ἄνευ τοῦ ἱερέως ἐπιτελῶν τι ματαιοπονεῖ. Καὶ ὡς Ὀζίας ὁ βασιλεύς, οὐκ ὢν ἱερεὺς τὰ τῶν ἱερέων ἐπιτελῶν, ἐλεπρώθη διὰ παρανομίαν, οὕτως καὶ πᾶς λαϊκὸς οὐκ ἀτιμώρητος ἔσται, καταφρονήσας Θεοῦ καὶ τῶν αὐτοῦ καταμανεὶς ἱερέων καὶ τὴν τιμὴν ἁρπάσας ἑαυτῷ, μὴ μιμησάμενος Χριστόν, ὃς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερεύς, ἀλλὰ περιέμεινεν ἀκοῦσαι τοῦ Πατρός· «"Wμοσεν Κύριος καὶ οὐ μετα μεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν