Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς. Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ' οὗ πρέποι ἂν καὶ τὸ εἰς αἰῶνα νοεῖσθαι· οὐδεὶς ἂν ἕτερος εἴη παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γʹ. Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι' αὐτῶν
προετυποῦτο τῆς πίστεως τὸ μυστήριον. αʹ. Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Χριστὸν, ὁ θεσπέσιος γράφει Παῦλος· καὶ μὴν, ὅτι τῆς ἀρχαίας καὶ διὰ Μωσέως ἐντολῆς τὴν ἀσυγκρίτως ἀμείνω καὶ προφερεστέραν ἡμῖν εἰσκεκομικὼς, φημὶ δὴ τὴν εὐαγγελικὴν, κρείττονος διαθήκης γέγονεν ἐγγυητὴς, διεβεβαιοῦτο σαφῶς. Καὶ ἀληθὴς ὁ λόγος· εἴπερ ὁ μὲν νόμος ὀργὴν κατεργάζεται, καὶ ἁμαρτίας ἐστὶν παραδεικτικὸς, δικαιοῖ δὲ ἡμᾶς ἡ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἡμερότητος διακονουμένη χάρις. Ὡς γὰρ αὐτός πού φησιν, οὐκ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὅτι τοίνυν, κἂν εἰ μὴ γέγονε τὸ κατὰ σάρκα τυχὸν ἐκ φυλῆς τοῦ Λευῒ, κεχρημάτικέ τε καὶ ἔστιν ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τῆς ἱερωσύνης Μελχισεδὲκ, ἀποχρώντως ἡμῖν ἤδη διέδειξεν ὁ λόγος. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ μυστήριον τῆς ἐν νόμῳ περιτομῆς πρεσβυτέραν ἔχει τὴν προανάῤῥησιν, καὶ ὅτι προκατεγράφετο τοῖς ἐξ Ἰσραὴλ ὁ τύπος τοῦ, μὴ ἂν ἑτέρως δύνασθαι σωθῆναί ποτε, πλὴν ὅτι διὰ μόνου Χριστοῦ τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ἀνιέντος ἐγκλήματα. Καὶ πρός γε δὴ τούτοις, ὅτι Θεοῦ κληρονόμοι, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξονται τέκνοις οἱ ἐκτῆς ἐπαγγελίας, τῆς ἐν Ἰσαὰκ γεγενημένης πρὸς τὸν μακάριον Ἀβραὰμ, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων, καὶ τὰς ἐφ' ἑκάστῳ ποιούμενοι πίστεις λεπτῶς καὶ ἐξητασμενῶς. βʹ. Γράφει τοίνυν Ῥωμαίοις ὁ ἱερώτατος Παῦλος· Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ ∆αβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην, χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ 69.113 τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὗν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ' ἐν ἀκροβυστίᾳ. Καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς εἰς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Καὶ πρὸς δὴ τούτοις, ἰσχνοτέραν ἔτι ποιεῖται τοῦ μυστηρίου τὴν βάσανον. Οὕτω τέ φησιν· Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, ἐκκεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ