Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπον; Συνίημι γὰρ ἥκιστά γε. {Α} Οὐ γὰρ Ἰουδαίοις μὲν σκάνδαλον τὸ ἐπὶ τῷ σταυρῷ πάθος γενέσθαι φησίν, Ἕλλησι δὲ μωρίαν; Οἱ μὲν γὰρ ἔφασκον, ἀπηρτημένον ὁρῶντες τοῦ ξύλου, καὶ τὰς μιαιφόνους ἐπ' αὐτῷ σείοντες κεφαλάς· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι <νῦν> ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Ὥοντο γὰρ ὅτι τῆς αὐτῶν ἰσχύος ἡττώμενος ἥλω καὶ πέπονθε. Πεπλάνηντο γάρ, οὐχ Υἱὸν εἶναι Θεοῦ νομίσαντες ἀληθῶς, ἀλλ' εἰς μόνην ὁρῶντες τὴν σάρκα. Ἕλληνές γε μήν, τὸ τοῦ μυστηρίου βάθος κατ' οὐδένα τρόπον συνιέναι δυνάμενοι, μωρίαν εἶναι νομίζουσι τὸ λέγεσθαι πρὸς ἡμῶν τεθνάναι Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ' αὐτὸ δὴ τουτὶ τὸ δοκοῦν εἶναι μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί. Βαθὺς γὰρ ὁ λόγος, καὶ τῆς ἀνωτάτω σοφίας ἐπίμεστος ἀληθῶς, ὁ ἐπί γέ φημι τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καὶ τὸ ἀσθενὲς εἶναι νομισθὲν παρά γε τοῖς Ἰουδαίων δήμοις ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Σέσωκε γὰρ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδύς, ἵνα σαρκὶ παθὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, κρείττονα θανάτου καὶ φθορᾶς τὴν ἡμῶν ἀποφήνῃ φύσιν. Ἔστι δὲ ὑπὲρ χεῖρα τὴν καθ' ἡμᾶς τὸ κατωρθωμένον. Οὐκοῦν, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶ τὸ ἀσθενείᾳ τῇ καθ' ἡμᾶς καὶ ὡς ἔν γε τῷ παθεῖν πεπράχθαι δοκοῦν, δυνάμεώς τε τῆς θεοπρεποῦς ἐπίδειξιν ἔχον. {Β} Εἶτα πῶς ἂν ὁ αὐτός, φασί, παθὼν μὴ πάθοι; {Α} Σαρκὶ τῇ ἰδίᾳ παθών, καὶ οὐ θεότητος φύσει. Καὶ ἀπόρρητος μὲν παντελῶς ὁ ἐπὶ τούτοις λόγος, καὶ οὐκ ἄν τις 776 ἐφίκοιτο νοῦς τῶν οὕτως ἰσχνῶν καὶ ὑπερηρμένων ἐννοιῶν. Ἑπόμενοί γε μὴν τοῖς εἰς ὀρθότητα λογισμοῖς, καὶ τὸν τοῦ εἰκότος περιαθροῦντες λόγον, οὔτε τοῦ λέγεσθαι παθεῖν ἀλλοτριοῦμεν αὐτόν, ἵνα μὴ πρὸ τούτου καὶ τὴν κατὰ σάρκα γέννησιν οὐκ αὐτοῦ μᾶλλον, ἀλλ' ἑτέρου φῶμεν εἶναί τινος, οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπράχθαι φύσιν διοριζόμεθα τὰ σαρκός· νοοῖτο δ' ἄν, ὡς ἔφην, σαρκὶ τῇ ἰδίᾳ παθεῖν, καίτοι θεότητι μὴ παθὼν κατὰ τοιόνδε τινὰ τρόπον. Καὶ ἀσθενεῖ μὲν πᾶσα παραδειγμάτων δύναμις, καὶ τῆς ἀληθείας κατόπιν ἔρχεται. Πλὴν ἐνίησι τῷ νῷ φαντασίαν ἰσχνὴν τοῦ πράγματος, καὶ ὡς ἀπό γε τῶν ἐν χερσὶν ἀναβιβάσει πρὸς τὸ ὕψος καὶ τὸ πέρα λόγου. Ὥσπερ γὰρ ὁ σίδηρος ἢ γοῦν ἑτέρα τις ὕλη τοιαύτη, ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς, εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ δὴ καὶ καταπαίοιτο τυχὸν ὑπό του, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω πως συνήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν Υἱόν. Καὶ σμικρὰ μέν, ὡς ἔφην, τῶν παραδειγμάτων ἡ δύναμις, ἀποφέρει δέ πως τῆς ἀληθείας ἐγγὺς τοὺς τοῖς ἱεροῖς Γράμμασιν οὐκ ἀπειθεῖν ᾑρημένους. {Β} Εὖ λέγεις. {Α} Εἰ γὰρ οὐκ ἀμέσως ἰδία τοῦ Λόγου γέγονεν ἡ ἀπορρήτως αὐτῷ καὶ ὑπὲρ νοῦν καὶ λόγον ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ' εἴπερ ἐστὶν ἡ σὰρξ υἱοῦ παρ' αὐτὸν ἑτέρου, κατὰ συνάφειαν σχετικὴν οἰκειωθέντος αὐτῷ, καὶ χάριτι κεκλημένου πρὸς ἰσοτιμίαν, πῶς ἰδίαν αὐτὴν ὀνομάζει, καίτοι ψεύδεσθαι μὴ εἰδώς; Πῶς δ' ἂν καὶ ζωοποιήσειε τὸν κόσμον ἡ ἑτέρου τινὸς σάρξ, εἰ μὴ γέγονεν ἰδία τῆς ζωῆς, δῆλον δὲ ὅτι τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἰωάννης· Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν αὐτόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος. {Β} Ἀλλά, οἶμαι, πρὸς τοῦτο φαῖεν ἂν εἰρῆσθαι παρ' αὐτοῦ καὶ μάλα σαφῶς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν