1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

37

ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ' ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ πάλιν, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστὶ Θεοῦ, δι' οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, κατὰ τὸν ἀπόστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ 100 χρηματίζει, καὶ καθ' ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν. Ψ. Τῶν παροιμιῶν Βʹ. Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· τούτου δὲ καὶ οἱ προσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ' ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ. Ψ. Τῶν παροιμιῶν Γʹ. Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δ' ἐδίδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε τῶν ἄκρων τῆς 101 γῆς; τί ὄνομα αὐτῷ· ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν μωρίαν τοῦ κηρύγματος σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων· ἐν δὲ ξηʹ ψαλμῷ, σὺ ἔγνως τὴν ἀφροσύνην μου· φησὶν δὲ ὅτι καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ, ὥσπερ ἐπ' ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ τῷ μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ ἔτι τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δ' ὅτι καὶ θεία ὑπεράνθρωπος· δι' ὃ καὶ ἐπιφέρει λέγων, Θεὸς δ' ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα· εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς. Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν, ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν· προτάξας τὸ κατεληλυθέναι