ἐπεμβλητικῇ διακοπῇ. (ῃ. 312) Τὸ δὲ «νύκτα φυλασσέμεναι» τὰς τῆς νυκτὸς ἐποίησε λέγεσθαι φυλακάς. Τὸ δὲ «ἀδηκότες» ἀντὶ τοῦ ἀηδισθέντες, ὡς ἀπὸ τοῦ ἀηδῶ καὶ κατὰ συναίρεσιν ἀδῶ, ἐξ οὗ καὶ τὸ ἀδημονεῖν, ὡς καὶ προγέγραπται. Ἐπὶ πᾶσι τούτοις θεωρητέον ὅτι σκοπὸν θέμενος Ὅμηρος μελετῆσαι τὸ ἐξ ἀμφοῖν στρατοῖν κεφάλαιον τῶν κατασκόπων οὐ πολλοῖς νοήμασι φύσει διοικονομούμενον ἤνυσε τὸ σκοπηθέν, ὡς οὐκ ἂν ἦν βέλτιον. πλοῦτον μὲν οὖν οὐκ ἔχει λαλιᾶς διαφόρου ἐν ἀμφοῖν, τοῖς αὐτοῖς δὲ ἐνδιατρίψας ἑκατέρωθι ἐπλάτυνε μὲν γλαφυρώτερον τὸν λόγον τοῦ Νέστορος, ἀπεστένωσε δὲ βραχύ τι τὰ τοῦ Ἕκτορος, οἷα μὴ κατὰ τὸν γέροντα οἵου τε ὄντος λαλεῖν. διὸ οὕτω γράψαι κυρώσας οὐ τῷ ῥήτορι Ἀντήνορι περιέθετο τὰ κατὰ τὸν Τρωϊκὸν κατάσκοπον, ὃς δὴ Ἀντήνωρ δημογέρων καὶ αὐτὸς ὢν Τρωϊκὸς ἐοικὼς τέττιγι, κάλλιον εἶχεν, ὡς εἰκός, ῥητορεῦσαι ἤπερ ὁ Ἕκτωρ, ἀλλὰ νεωτέρῳ τούτῳ στρατηγῷ τὸ τοιοῦτον προσέπλασε σκέμμα, ἵνα ὥσπερ κατὰ πρόσωπα, οὕτω καὶ κατὰ φράσιν τὴν δι' αὐτῶν διαφοράν τινα σχοίη τὸ ῥηθὲν κεφάλαιον ἐπ' ἀμφοῖν τοῖν μεροῖν. Ὅτι καὶ ἐνταῦθα συνήθει χρᾶται σχήματι διηγήματος ὁ ποιητής, ἀρχόμενος ἀπὸ ῥήματος ὑπαρκτικοῦ, ὡς καὶ ἐν τῷ «ἦν δέ τις ἐν Τρώεσσι ∆άρης ἀφνειὸς ἀμύμων». (ῃ. 314-17) Φησὶ γὰρ «ἦν δέ τις ἐν Τρώεσσι ∆όλων, Εὐμήδεος 3.77 υἱὸς κήρυκος θείοιο, πολύχρυσος, πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης. αὐτὰρ ὅ», ἤγουν οὗτος, «μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν», ὅ ἐστιν, ὡς ἐπὶ ἄλλων λέγει, τηλύγετος ἐν πέντε ἀδελφαῖς. οὗ ἀνάπαλιν, ὡς ἐν ἀντιστροφῇ, ἀλλαχοῦ ποιεῖ τὸν Ἰδομενέα τηλύγετον ἐν μάχῃ εἰπών, ὅ ἐστι μόνον, ὡς εἴπερ ἀντέστρεφε τὸ μόνος καὶ τὸ τηλύγετος. καὶ ἔστιν ἀληθῶς τὸ τηλύγετος, εἴπερ πως καινότερον ἐτυμολογηθείη, ταὐτόν ποτε τῷ μεμονωμένος εἴτ' οὖν μόνος. εἰ γὰρ τηλύγετος ῥηθείη ὁ τῶν ἄλλων ἁπλῶς τῆλε γενόμενος, καὶ μεμονωμένος ἂν ὁ τοιοῦτος εἴη. ὃ καὶ Ἰδομενεὺς ἔπαθεν ἐν μάχῃ μονωθείς. ὅμως μέντοι οὐχ' ἁπλῶς ἀεὶ ταὐτίζονται τὸ μόνος καὶ τὸ τηλύγετος, ἀλλ' εἴ που ἐπὶ μοναδικῆς γεννήσεως. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ῥηθὲν διήγημα ἐκτίθησιν ὁ ποιητὴς μάλιστα, ἵνα δείξῃ οἷος ὢν ὁ ∆όλων οἵοις ἐπιχειρεῖ καὶ οἵων ἀριστείων ἐρᾷ, καὶ οὐ τοσοῦτον, ἵνα γνωρίσῃ αὐτόν, ὅτι μηδὲ ἄσημος ἦν καὶ ἀφανής. τοῖς γὰρ ὑπὸ Ἕκτορος κληθεῖσιν ἀρίστοις εἰς βουλὴν συγκατείλεκτο, καὶ οἶδε τοῦτον καὶ ὁ ∆ιομήδης, ὃς καὶ ἐξ ὀνόματος καλέσει αὐτόν. Ἐπαινεῖται δὲ καὶ ἐνταῦθα τῆς ἐμπεριβόλου συντομίας ὁ ποιητής. Ἐν ὀλίγῳ γὰρ διὰ πιθανότητα τὸ κύριον ὄνομα τοῦ κατασκόπου ἐδήλωσε, τὸ γένος, τὴν τύχην, τὴν ἐκ πατρὸς τέχνην, τὴν μορφήν, τὴν ὠκύτητα. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν κήρυκος γενέσθαι υἱὸν τὸν ∆όλωνα εὐπειθῆ τε αὐτὸν τῷ Ἕκτορι τίθησι, καὶ εὔελπιν δέ, ὡς ἐὰν ἁλῷ, αἰδέσονται οἱ ἐχθροὶ αὐτὸν οἷά τι θεῖον γένος. ἄσυλοι γὰρ οἱ κήρυκες. ὁ δὲ πλοῦτος ἐλπίδας αὐτῷ ὑποτείνει, ὡς εἰ μὴ αἰδοῦς τύχοι διὰ τὸ γένος, λύτρα δοὺς λελύσεται. διὸ καὶ ἁλοὺς λέγει «ζωγρεῖτε, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι, ἔστι γὰρ ἔνδον χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος», προβαλόμενος εἰς πειθὼ τὸ θέλειν τε πολλὰ δοῦναι καὶ τὸ δυνήσεσθαι. Ἔνθα σημείωσαι ὅτι τῷ ἀνωτέρω μνημονευθέντι χρυσῷ καὶ χαλκῷ, ἐν τῷ «πολύχρυσος, πολύχαλκος», συνεπινοεῖται καὶ σίδηρος, ὡς ὁ ∆όλων ἐν τοῖς κατ' αὐτὸν διασαφεῖ. Τὸ μέντοι ποδώκη τὸν ∆όλωνα εἶναι εἰς σωτηρίας αὐτῷ ἐχέγγυον ἐδόκει. θαρρεῖ γὰρ φυγεῖν φωραθείς. καὶ ὅρα οἷον ἄνδρα ὁ ποιητὴς τοῖς μὴ φίλοις αὐτῷ βαρβάροις πιθανῶς εἰς κατασκοπὴν ἐπελέξατο, οὐκ ἀρετῇ πεποιθότα στρατιωτικῇ, δι' ἧς γενναῖόν τι ἀνύσει, ἀλλ' ἑτέροις τισί, δι' ὧν δυστυχήσας οὐδὲ ἐπανακάμψει τοῖς ἑαυτοῦ. 3.78 Ἔχει δέ τι ἀστεῖον καὶ τὸ «∆όλων Εὐμήδεος υἱός», ὡς δέον μὲν ὂν εὖ μήδεσθαι, αὐτοῦ δὲ τῷ δόλῳ καὶ μόνῳ θαρρήσαντος. (ῃ. 315) Ὅτι δέ, ὡς εἰκός, κῆρυξ ἦν κατὰ τὸν πατέρα καὶ ὁ ∆όλων, ἡ παλαιὰ συνήθεια δηλοῖ. σύνηθες γὰρ τοῖς παλαιοῖς, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος, τὰς πατρῴας τέχνας διαδέχεσθαι. αὐλητέω γάρ, φησίν, αὐλητὴς καὶ μαγείρου μάγειρος καὶ κῆρυξ κήρυκος. Ὅτι δὲ