9Πίθι9: ∆ιὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸ πίε· παρὰ γὰρ τὸ πίω γέγονεν πίθι κατ' ἐπέκτασιν τῆς θι συλλαβῆς, καὶ γρά φεται διὰ τοῦ ι καὶ ε· ἔχεις ι μακρὸν πῖθι, ὥσπερ ἱερεὺς, ἱρεύς· ἵεραξ, ἷραξ. 9Πῖνα9: Ἔστιν δὲ ὄνομα λίθου, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς τοῦ πεῖνα τοῦ ἐπὶ τῆς ἐνδείας· πῖνα δὲ ἐπὶ τοῦ θαλαττίου, διὰ τοῦ ι. 9Πίηρ9: ι, τὰ γὰρ εἰς ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, πλὴν τοῦ ἐξάπτηρ· ἔστιν δὲ ὄνομα κύριον καὶ βαρύνεται· ἡνίκα δὲ σημαίνει τοὺς ὀγκίνους ὀξύνεται. 9Παρθενοπίπησ9: Σημαίνει δὲ τὸν περιβλεπόμενον τὰς παρθένους, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ ὁπιπέων διὰ τοῦ ι γράφεται· οἷον, παιδοπίπης. 9Πολύιδοσ9: Ἔστιν δὲ ὄνομα κύριον μάντεως, διὰ τοῦ ι γρά φεται· εὑρέθη γὰρ καὶ ἐν συστολῇ. 9Πλημμύριον9: ι· ἡ ἀκρὰ παρὰ Συρακούσας. 9Πηνελόπεια9: ∆ιὰ τῆς ει διφθόγγου· ἔστιν δὲ ὄνομα κύ ριον· τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα ἐπὶ τοῦ αὐτοῦ σημαί νοντος διὰ τῆς ει διφθόγγου γράφονται. 9Πησιελόπεια9: Ὁμοίως. 9Προάστειον9: ει· πρὸ τοῦ ἄστεος γάρ. 9Προάστιον9: Ὁ φιλόσοφος ι. 9Πιθήσω9: ι· ἦν γὰρ ἐξ ἀρχῆς πείθω διὰ τῆς ει διφθόγγου· καὶ ὁ βʹ αὐτοῦ μέλλων πιθῶ· τοῦτο ὡς ἐνεστῶτα παραλαμβά νει, καὶ ποιεῖ τὸ πιθῶ, πιθήσω· οὕτως καὶ εἴρω, ἐρῶ. 9Πηλείων9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς δης καὶ τὰ 251 ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουσαν θέλουσιν ἔχειν· οἷον, Ἀτρείδης, Ἀτρείων. 9Πηλούσιον9: ι ἡ πόλις οὐδετέρως, πηλούσιον τι ων. 9Πελάγιοσ9: ι ἀπὸ τοῦ πέλαγος· 9Πέλιοσ9. 9Προύνεικοσ9: Σημαίνει δὲ τοὺς ὑβριστὰς, καὶ τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν ταῖς ἀγοραῖς, καὶ φερόντων τὰ καὶ λαμ βανόντων τοὺς ὑπὲρ τούτων μισθούς· εἴτε δὲ τοὺς ὑβριστὰς σημαίνει, εἴτε τοὺς ἄλλους, διὰ τῆς ει διφθόγγου γράφεται· καὶ ἐπὶ μὲν τῶν ὑβριστῶν, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ νεῖκος γέγονεν πρόνεικος, τὸ δὲ νεῖκος διὰ τῆς ει διφθόγγου γράφεται, ὡς ἐμάθομεν· εἰ δὲ τοὺς ἄλλους σημαίνει, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶς γέγονεν προ ένεικος, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον προύνεικος, ὥσπερ τὸ ἐμὸν τοὐμόν. 9Πλεῖν9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ τύπτω, τύπτεις, τύπτει γίνεται τύπτειν, τὸ ἀπαρέμφατον προσθήκῃ τοῦ ν, οὕτως ἀπὸ τοῦ πλέω, πλέεις, πλέειν, καὶ κράσει πλεῖν, ὥσπερ ῥέειν, ῥεῖν. 9Πλεῖν9: Σημαίνει δὲ τοῦ πλοῦν, διὰ τῆς ει διφθόγγου· ὥσπερ παρὰ τὸ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Ἀττικῶς, οὕτως καὶ παρὰ τὸ πλέον, πλεῖν, Ἀττικῶς. 9Πείθω9: ει, πέποιθα γάρ ἐστιν ὁ μέσος παρακείμενος. 9Πεῖνα9: ∆ιὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πένω, ἐξ αὐτοῦ δὲ τοῦ πένομαι γέγονεν πένα, καὶ πλεονασμῷ τοῦ ι πεῖνα, καὶ πεινῶ ῥῆμα. 9Παράδεισοσ9: ει, παρὰ γὰρ τὸν δεύσω μέλλοντα, τὸν ση μαίνοντα τὸ βρέξω, γέγονεν παράδευσος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι παράδεισος· ἢ παρὰ τὴν δεῖσα, ὃ σημαίνει τὴν ὑγρασίαν, γέγονεν παράδεισος· τὸ δὲ δεῖσα διὰ τῆς ει διφθόγγου γρά φεται. 9Πειριθουσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἰστέον γάρ ἐστιν ἡ λέγουσα ὅτι ὁ Ζεύς. 9Παρειαί9: ει· παραυναὶ γὰρ λέγουσιν οἱ Αἰολεῖς τρέποντες 252 τὸ ι εἰς υ, καὶ τὸ ε εἰς α· καὶ ἄλλως, ὅτι εὕρηται καὶ παρήϊα κατὰ διάστασιν τοῦ ι, καὶ ἐκτάσει τοῦ ε εἰς τὸ η. 9Πειώλησ9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν πόρνον καὶ τὸν διαπέσος ἀπολλύμενον· παρὰ γὰρ τὸ πέσος γέγονεν πεόλης, καὶ πλεονασμῷ τοῦ ι, καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω, πει ώλης. 9Πεῖρα9: ει· ἐπείδη πέῤῥα λέγουσιν οἱ Αἰολεῖς, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον. 9Πλείων9: Εὕρηται γὰρ καὶ πλέον, καὶ ἄλλως, τῷ κανόνι τῶν συγκριτικῶν. 9Πῖθεν9: ι· δεύτερος γὰρ ἀόριστός ἐστιν. 9Πλειών9: Σημαίνει δὲ τὸν ἑνιαυτὸν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πλεῖον τὸ σημαῖνον τὸ πλῆρες γέγονεν, οἱονεὶ, ὁ πλῆρις χρόνων· τὸ δὲ πλεῖον ἐδείχθη διὰ τῆς ει διφθόγγου γραφόμενον· ὀξύνεται δὲ, ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι· πλειὼν γὰρ λέγεται ὁ ἑνιαυτὸς παρὰ τὸ περιέχειν πλή ρης· τὰ γὰρ εἰς ων περιεκτικὰ ὀξύνονται. 9Πλειάσ9: Σημαντικόν ἐστι τοῦ ἑνιαυτοῦ· δύουσα γὰρ τὴν ἀρχὴν τοῦ ἑνιαυτοῦ δηλοῖ,