ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
43.1 Κἀγὼ δ' ἀναγκασθεὶς ὑπὸ τῆς ἐνδείας Ἀπριλλίῳ ιη-ῃ ἐξῆλθον καὶ ἀπῆλθον εἰς τὸν Ἀγκῶνα τῇ ιζ-ῃ Μαΐου. Καὶ τῇ α-ῃ πάλιν Ἰουνίου ἐξελθόντος μου, ἀπῆλθον διὰ τῆς ὁδοῦ Βιτέλμου, ἐπεὶ κἀκεῖσε εἰς τὰ θέρμα εὑρίσκεσθαι τὸν καρδηνάλιν μεμαθήκαμεν. ∆ι' ἡμέρας θʹ εἰς τὴν Ῥώμην ἐφθάσαμεν καὶ ποιήσας εἰς τὸ ὁσπίτιον τῶν αὐθεντῶν ἡ μῶν, τοῦ δεσπότου κυροῦ Ἀνδρέου καὶ αὐθεντοπούλου κυροῦ Μανουὴλ τῶν Παλαιολόγων ἡμέρας λʹ, ἐν αἷς ἡμέραις καὶ τοὺς τάφους τῶν μα καρίων ἀποστόλων Πέτρου καὶ Παύλου προσεκύνησα καὶ πολλῶν ἄλλων ἁγίων ἐκεῖσε τεθαμμένων. 43.2 Καὶ ἱστορήσας τὰ ἐν τῇ πόλει τῇ μεγάλῃ καὶ περιβοήτῳ καὶ παλαιᾶ, τῇ ι-ῃ Ἰουλίου ἐξῆλθον καὶ ἦλθον διὰ τῆς εὐθείας ὁδοῦ εἰς τὸν Ἀγκῶνα καὶ μικρόν τι προσμείνας διὰ θαλάσσης εἰς τὴν Βενετίαν ἀπῆλθον τῇ κη-ῃ τοῦ αὐτοῦ. Καὶ ἐποίησα ἐκεῖσε εἰς τὸ μοναστήριον τοῦ Σταυροῦ ἡμέρας κʹ, ἕως Αὐγούστου δηλονότι κγʹ, ἐν ᾗ ἀργὰ σὺν θεῷ ἐξελθόντες ἀπεσώθημεν ἐνταῦθα εἰς τοὺς Κορφοὺς τῇ ε-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ οε-ου ἔτους. 43.3 Καθ' ὃν δὴ καιρὸν ἡμεῖς εἰς τὰ περὶ τὴν Ῥώμην καὶ αὐτὴν τὴν Ῥώμην διετρίβομεν, καὶ ὁ τῶν ἀσεβῶν ἐξάρχων ἀμηρᾶς ἐλθὼν κατὰ τῆς Ἀλβανιτίας καὶ διώξας τὸν αὐθέντην αὐτῆς τὸν Σκαντάρην καὶ αἰχμαλω τεύσας καὶ ἀφανίσας τὸν τόπον καὶ κτίσας κάστρον πλησίον τοῦ καθο λικοῦ κάστρου αὐτῆς Κρούας ὀνομαζομένου, πρὸς τὸ ἀντιμάχεσθαι αὐ τῷ, ἐπανέστρεψεν εἰς τὰ περὶ τὴν Κωνσταντινούπολιν. 43.4 Καὶ τοῦ αὐτοῦ οδ-ου ἔτους τὸ θέρος γεγονὼς Βίκτωρ Καπέλλος καπετάνιος τζενεράλης ἀπελθὼν εἰς τὴν νῆσον Ἴμβρον καὶ πολεμήσας, ἀπῆρεν αὐτήν. Καὶ πάλιν ἀπελθόντος αὐτοῦ εἰς τὴν Ἀθῆναν, πᾶσαν τὴν χώραν ᾑχμαλώτευσεν· ἐλθόντος δ' αὐτοῦ εἰς τὴν Παλαιὰν Πάτραν περὶ τὸν Αὔγουστον ἀπῆρε τὴν χώραν. 43.5 Ἐπιδραμόντος οὖν τοῦ Ἀμάρη εἰς τὴν βοήθειαν αὐτῆς, ὁ προ-βεδοῦρος μετὰ τῶν τῆς ἁρμάτας καὶ Ῥαοὺλ Μιχαὴλ ὁ Ἴσης μετὰ τῶν στρατιωτῶν πολλῶν καὶ καλῶν ἔτρεψαν αὐτὸν κατὰ κράτος καὶ πολλοὺς τῶν αὐτοῦ ἐσκότωσαν· καὶ διώξαντες μέχρι πολλοῦ, οὐκ ἐστράφησαν περὶ τὸ προκείμενον τοῦ ἔργου, καὶ μᾶλλον τοῦτο συμβουλεύοντες οἱ Ῥωμαῖοι οἱ καὶ τοῦ τόπου καὶ τῶν τοιούτων πλέον εἰδήμονες. Ἀλλ' ἐπαρθεὶς ὁ προβεδοῦρος καὶ σκληρὸς μᾶλλον φανεὶς καὶ πρὸς αὐτούς, πῶς οὐ διώ κουσιν, ἐξεδίωξαν καὶ μὴ γινώσκοντες τοῦτο καλὸν μέχρι καὶ τῶν μυ λῶν καὶ τοῦ Σαραβαλλίου καὶ ἐπέκεινα πρὸς τὸ ἀνώφορον τοῦ Σιδηρο κάστρου. 43.6 Ὁ γοῦν Ἀμάρης ἰδὼν τὸν τούτων διωγμὸν ἄκαιρον καὶ ἄπρακτον καὶ ἄτακτον, καταλείψας εἴς τινας τόπους ἀνθρώπους, εἶτ' ἐπιστρέψας κατ' αὐτῶν, ἔτρεψε καὶ ἐδίωξεν αὐτοὺς καὶ φθᾶσας ἀνεῖλε τὸν προβε δοῦρον ἐπὶ μουλαρίου καθεζόμενον καὶ δὶς ἀπ' ἐκείνου πεσόντα. Καὶ ἄλλους ἀνεῖλον πολλοὺς καὶ αὐτὸν δὴ τὸν Ῥαοὺλ Μιχαὴλ ἁλώσαντες, τοῦ ἀλόγου αὐτῷ συμπεσόντος, ἐκάθισαν αὐτὸν εἰς τὸν πάλον. Καὶ τέ λος ὡς νικηταὶ δραμόντες εἰς τὸν αἰγιαλόν, ἔνθα τὰ κάτεργα, πολλοὺς εὑρόντες εἰς τὴν γῆν, ἀνεῖλον αὐτούς. 43.7 Ὑποπτεύσαντες δὲ εἶναι αἴτιον καὶ τὸν μητροπολίτην τῆς αὐτῆς Παλαιᾶς Πάτρας τοῦ ἐλθεῖν κατ' αὐτῶν τὸ ἁρμάτωμα, λαβόντες εἰς τὸν πάλον ἐκάθισαν. 43.8 Ταῦτα δὲ παθόντες ἄπρακτοι καὶ ζημιωμένοι οἱ τῆς ἁρμάτας ἐπα νέστρεψαν. Ἀφ' οὗ δὴ συμβεβηκότος κακοῦ καὶ ὁ καπετάνιος λυπηθεὶς καὶ πολὺ ἀσθενήσας εἰς τὸν Εὔριπον εὑρισκόμενος ἀπέθανε καὶ γέγονε καπετάνιος Ἰάκωβος Λορδᾶς, ὁ τοῦ Πέτρου Λορδᾶ ἐκείνου υἱὸς καὶ τοῦ πρὸ αὐτοῦ Ἀλωΐζου Λορδᾶ καπετανίου πρωτεξάδελφος. 43.9 Ἀλλὰ ταῦτα μὲν τῷ τοῦ ἐνεστῶτος χρόνου χειμῶνι παρηκολού θησαν· τὸ δὲ τῆς Πάτρας τῷ πρὸ τοῦ φθινοπώρου Αὐγούστῳ.
44.1 Τῇ κθ-ῃ τοῦ Μαρτίου μηνὸς τοῦ οε-ου ἔτους ἐν ᾗ καὶ τὸ ἡμέτερον μέγα πάσχα γέγονεν, ἐναπέψυξεν ὁ τῶν κακῶν πάντων τοῦ Μορέως αἴτιος Ματθαῖος ὁ Ἀσάνης· καὶ ἰδοὺ καὶ τὸ τοῦ ∆αβὶδ μελῴ-δημα καὶ ἔτι πεπλήρωται τὸ ἀναστήτω ὁ