1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

37

παῖς, ὃς πρῶτος νόμους καὶ κριτήρια ὥρισε, τινὲς δὲ αὐτοῦ Φορωνέως τὴν Νιόβην θυγατέρα φασὶν Ἕλληνες, ἐξ ἧς ποιεῖται παῖδα Ἆπιν τὸν καὶ Σέραπιν. εἰ δ' ἄρα ταῦτά γε ἀληθῆ ἢ καὶ ψευδῆ ὄντα παρ' Ἕλλησιν ἐπὶ Ἰνάχου καὶ Φορωνέως τῷ μοιχῷ πέπρακται ∆ιί, φέρονται πράξεις τοῦ αὐτοῦ ∆ιὸς παρ' Ἕλλησι πρὸ Κέκροπος τοῦ διφυοῦς ἱστορούμεναι, ὧν μία αὕτη καὶ ἐπίσημος ἡ περὶ Νιόβης, ἣν πρώτην γυναικῶν ἐμοιχεύσατο Ζεύς. Καὶ μάτην Εὐσέβιος Μωυσέως τε καταψεύδεται καὶ Ἑλλήνων οὕτω πάλιν. εἰ γὰρ μετὰ Φορωνέα Μωυσής, κατὰ Κέκροπα τὸν διφυῆ, οὐκ ἔστι ∆ιὸς αὐτοῦ πράξεων καὶ πάντων τῶν παρ' Ἕλλησιν ἀρχαιολογουμένων, ὡς δέδεικται, παλαιότερος· εἰ δὲ παλαιότερος, ὡς καὶ αὐτὸς μαρτυρεῖ καὶ πάντες οἱ πρὸ αὐτοῦ, πέφυκε Μωυσῆς τοῦ ∆ιός, κατὰ Ἴναχον καὶ Φορω νέα, ἐνδέχεται αὐτὸν καὶ τῶν παρ' Ἕλλησι πάντων εἶναι πρεσβύτατον. οὐδὲν γὰρ Ἕλλησι πρὸ Ἰνάχου καὶ Φορωνέως παιδὸς τῶν πρώτως Ἄργους 76 βασιλευσάντων Ἕλλησιν ἱστόρηται· καθ' οὓς πρῶτος καὶ μέγας ἐν τῇ Ἀκτῇ, τῇ νῦν Ἀττικῇ λεγομένῃ, κατακλυσμὸς γέγονε βασιλεύοντος αὐτῇ Ὠγύγου, μεθ' ὃν Κέκροψ ὁ διφυής, ἔτεσιν ρπθʹ ἀβασιλεύτου μεινάσης τῆς χώρας διὰ τὴν ἀπὸ τοῦ αὐτοῦ κατακλυσμοῦ πολλὴν φθορὰν τοσούτοις ἔτεσιν· ὥστε ἐκ πάντων δείκνυσθαι διαμαρτάνειν ἐν τοῖς περὶ Μωυσέως χρόνοις ἔτεσι τοὐλάχιστον διακοσίοις τὸν Εὐσέβιον· ὅθεν καὶ τὴν παρ' Αἰγυ πτίοις τῶν λεγομένων δυναστειῶν παρενόθευσε χρονολογίαν καὶ τὴν παρ' Ἀσσυρίοις, ὡς ἐν τῷ τέλει τοῦ κανονίου τῶν Ἀσσυρίων βασιλέων δειχθήσεται, καὶ τὴν παρ' Ἕλλησι δέ, καθὼς ἀποδέδεικται. τοῦτο γὰρ ἡμῖν ἐνταῦθα προὔκειτο κατὰ Ἄμωσιν μέν, τὸν καὶ Τέθμωσιν, υἱὸν Ἀσὴθ τοῦ πρώτου βασιλέως τῆς κατ' Αἴγυπτον ὀκτωκαιδεκάτης δυναστείας, δεῖξαι τὴν Μωυσέως γένεσιν, εἴ γε τριάκοντα ἔτη λογισώμεθα τῷ αὐτῷ Ἀμώσει, καὶ ι ςʹ τῷ πατρὶ αὐτοῦ Ἀσήθ· εἰ δέ, ὡς τὰ πλεῖστα καὶ ἀκριβέστερα τῶν ἀντιγράφων, κʹ μὲν τῷ Ἀσήθ, κ ςʹ δὲ τῷ Ἀμώσει, ἔσται γεννηθεὶς κατὰ κζʹ ἢ καὶ κ ςʹ ἔτος τοῦ αὐτοῦ Ἀσήθ, ὅπερ ἡμῖν εὕρηται μετὰ πολλῆς τῆς ἀκριβείας συντρέχων τῷ γψλβʹ ἔτει τοῦ κόσμου, νεʹ δὲ Ἰνάχου τοῦ πρώτου βασιλέως Ἀργείων, καθ' οὓς Ἀσσυρίων μὲν Σφαῖρος, Σικυωνίων δὲ Ὀρθόπολις ἐβασίλευον. μετὰ δὲ ἔτη πʹ Ὤγυγον καὶ τὸν ἐπ' αὐτοῦ κατακλυσμὸν Ἄπιδος τοῦ Φορωνέως Ἀργείων βασιλεύοντος ἔτι, Αἰγυπτίων δὲ Μισφραγμουθώσεως τοῦ καὶ Ἀμώσιος ἔτι, Ἀσσυρίων δὲἔτι καὶ Σικυωνίων. Τετάχθωσαν δὲ ἡμῖν ἐφεξῆς αἱ λοιπαὶ δυναστεῖαι τῶν Αἰγύπτου βασι λέων ἀπὸ τῆς αὐτῆς ιηʹ καὶ τοῦ πρώτου βασιλέως αὐτῆς Ἀμὼς μὲν κατὰ Ἀφρικανόν, κατὰ δὲ Εὐσέβιον Ἀμώσιος, κατὰ δὲ τὸ παρὸν χρονογραφεῖον καὶ ἕτερα ἀκριβῆ, ὡς δειχθήσεται, δευτέρου τῆς αὐτῆς ιηʹ δυναστείας Ἀμώσιος.

ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ὀκτωκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν ι ςʹ ὧν πρῶτος

Ἀμώς, ἐφ' οὗ Μωυσῆς ἐξῆλθεν ἀπ' Αἰγύπτου, ὡς ἡμεῖς ἀπο δείκνυμεν· ὡς δ' ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα συμβαίνει νέον ἔτι εἶναι. 77 Οἶμαι τὸν Ἀφρικανὸν ἀγνοεῖν ὅτι καὶ ὁ παρ' αὐτῷ Ἀμὼς Ἄμωσις ἐκαλεῖτο ὁ αὐτὸς καὶ Τέθμωσις υἱὸς Ἀσήθ, ὡς δηλωθήσεται· καὶ ὁ μετ' αὐτὸν ἕκτος Μισφραγμούθωσις ὁμοίως καὶ Ἄμωσις εὕρηται λεγόμενος. ἀλλὰ κατὰ μὲν τὸν πρῶτον Ἄμωσιν, ἤτοι Ἀμὼς παρ' αὐτῷ, ἢ πρὸ δʹ τῆς ἀρχῆς αὐτοῦ ἐτῶν, Μωυσῆς γεγένηται, ὡς δεδήλωται, κατὰ τὸ γψλβʹ ἔτος τοῦ κόσμου· κατὰ δὲ τὸν δεύτερον Ἄμωσιν, τὸν καὶ Μισφραγμούθωσιν, Μωυσῆς ἐξῆλθεν ἀπ' Αἰγύπτου σὺν τῷ λαῷ τῷ γωιβʹ ἔτει τοῦ κόσμου, πʹ δὲ αὐτοῦ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ὀκτωκαιδεκάτη δυναστεία ∆ιοσπολιτῶν βασιλέων ιδʹ ὧν πρῶτος Ἄμω σις ἔτη κεʹ. Πρὸ τούτου τοῦ Ἀμώσεως τέταρτον καὶ τελευταῖον τῆς ιζʹ δυναστείας Ἄφωφιν Εὐσέβιος παρέθετο παραλόγως, καθ' ὃν πάντες ὁμολογοῦσι τὸν Ἰωσὴφ ἄρξαι Αἰγύπτου, ὃν ἐτῶν ιδʹ φησὶ βασιλεῦσαι, πάντων ξαʹ ἔτη ὁμολογούντων αὐτὸν βεβασιλευκέναι τῶν πρὸ Εὐσεβίου. ὅσα γοῦν