37
Βυζαντίου πύλαις τοὺς μάλιστα εὐνουστάτους σοι ἐπιστῆσαι μισθοφόρους, ἔχοντας ὁπλίτας ἱκανοὺς ταῖς τῶν ἐπιβουλευόντων ὁρμαῖς ἀντιστῆναι. κἄν τι μόνον πρὸς τὸ εἰσδέξασθαι ἡμᾶς κώλυμα εὑρεθῇ, ὡς πρὸς ἀδύνατον τὴν ἐπιχείρησιν ἀπάξω τὴν στρατιάν. δέομαι δὴ μὴ τοὺς λόγους ὑποπτεύσαντα ὡς ἐμοῦ διαφερομένου, ἀποῤῥᾳθυμῆσαι πρὸς τὸ τὴν ἀσφάλειαν ἐξαρτύσασθαι. πέπεισμαι γὰρ αὐτὸς ἀκριβῶς ἐκ τῶν αὐτόθι, ὡς ἅμα τῷ φανῆναι εἰσδέξονται ἡμᾶς.» Τοιαῦτα μὲν ὁ νέος βασιλεὺς ἐπέστελλε τῷ πάππῳ, τῶν πιστοτάτων οἰκετῶν τινι τοῦ μεγάλου δομεστίκου χρησάμενος διακομιστῇ. αὐτὸς δὲ ἄρας ἐξ Ὀδρυσῶν ἅμα πεντακισμυρίοις ἱππεῦσιν ἢ ὀλίγου δέουσιν, ὡς εἰκάζετο, οὐ γὰρ ἐξῆν ἀκριβῶς τὸν ἀριθμὸν εἰδέναι, οἷα δὴ πολλῶν καὶ τῶν μὴ πρὸς στρατιὰν τεταγμένων συστρατευομένων πρὸς χάριν τῷ βασιλεῖ, ᾔει τὴν ἐς Βυζάντιον, πυκνὰς καὶ συνεχεῖς τὰς στρατοπεδείας ποιούμενος οἷα δὴ νοσῶν. κβʹ. Ἐν τούτοις δὲ ἀφικνεῖται πρὸς αὐτὸν καὶ παρὰ Σφεντισθλάβου τοῦ Μυσῶν βασιλέως, ὃς ἦν αὐτῷ κηδεστὴς ἐπὶ Θεοδώρᾳ τῇ ἀδελφῇ, πρέσβις Μαρτῖνος, τριακοσίους ἄγων ἱππέας καταφράκτους Μυσοὺς, πρόφασιν μὲν ὡς συμμαχήσοντας αὐτῷ ἐπικουρίας δεομένῳ διὰ τὸν πόλεμον τὸν πρὸς τὸν πάππον· ἐπηγγέλλοντό τε, ὡς εἰ δέοιτο καὶ πλείονος στρατιᾶς, 1.109 ἑτοίμως παρέξοντος τοῦ κηδεστοῦ· τῇ δ' ἀληθείᾳ, ὡς, ἂν ἴδωσι τὸν βασιλέα στρατιᾶς ἀποροῦντα, συλλαβόντας πρὸς αὐτὸν ἀπαγαγεῖν. δῆλον δὲ γέγονεν ἐκ τῶν μετὰ ταῦτα. ἰδὼν γὰρ ὁ Μαρτῖνος τὴν ἑπομένην τῷ βασιλεῖ στρατιὰν, ἀνεχώρησεν εὐθὺς ἐπ' οἴκου. ὁ βασιλεὺς δὲ τὴν ὁδὸν διανύων κατὰ μικρὸν, τῇ πρὸ τῆς πεντηκοστῆς ἐστρατοπέδευσε παρὰ τὸν Μέλανα ποταμόν. ἐνταῦθα δὴ ἀφικνεῖται πρὸς τὸν νέον βασιλέα Εὐγενία μοναχὴ Παλαιολογίνα, ἡ βασιλέως ἀδελφῆς Μιχαὴλ, τοῦ πρώτου τῶν Παλαιολόγων, παῖς, μεγάλη δομεστίκισσα. διεπρεσβεύετο δὲ παρὰ τοῦ βασιλέως τοιαῦτα· «περὶ μὲν τῶν προγεγενημένων πρὸς ἡμᾶς διαφορῶν ἐκ τίνων ἤρξαντο λέγειν αἰτιῶν, οὐ τοῦ παρόντος εἶναι καιροῦ νομίζω· ἐφ' οἷς δὲ πρότερον ἐπέσταλκας πολλὴν χάριν ὁμολογῶν, καὶ τῆς εἰς ἐμὲ κηδεμονίας καὶ ἀγαθῆς προαιρέσεως ἐπαινῶν, ἔτι μίαν παρὰ σοῦ ταύτην ἀπαιτῶ χάριν, τὴν στρατιὰν αὐτόθι μένουσαν κατασχεῖν, ἄχρις ἂν εἰς ἓν τῶν φροντιστηρίων, ὅπουπερ ἂν ἐθέλῃς αὐτὸς, καταδὺς τὸν κίνδυνον διαφύγω· ἂν γὰρ ἔτι σε μετὰ τοῦ στρατοπέδου ἀπάραντα πρὸς ἡμᾶς βαδίζειν ἀγγελθῇ, οὐδεμία πρὸς τὸ μὴ διαφθαρήσεσθαι ἡμᾶς ἐλπίς. καίτοι γε οὐδὲν αὐτὸς ἀπέλιπον ὧν ὑπέθου τὸ μὴ οὐ καταπράξασθαι· ἐλέγχονται δ' ἅπαντα σπουδαζόμενα εἰκῆ. ἐμοῦ δ', ὥσπερ ἔφην, ἐν ἀσφαλείᾳ γενομένου τοῦ μὴ ἀποθανεῖν, αὐτὸς ἐλεύσῃ παραληψόμενος τὴν πόλιν. ποία γάρ τις ὄνησις ἐκ τοῦ ἐμὲ ἀποθανεῖν;» Τούτοις τοῖς λόγοις ἐπὶ μᾶλλον ὁ νέος ἐπικαμφθεὶς βασιλεὺς, καίτοι καὶ πρότερον πάντα καὶ λέγειν καὶ πράττειν ὑπὲρ τοῦ 1.110 μὴ τὸν βασιλέα καὶ πάππον κακῶς παθεῖν οἴκοθεν ὡρμημένος, πρὸς μὲν τὴν πρεσβείαν ποιουμένην μηδενὶ καταδήλους ἐκέλευε ποιεῖν τοὺς παρὰ βασιλέως λόγους, ὅτι μὴ μόνῳ τῷ μεγάλῳ δομεστίκῳ, αὐτὸς δ' ὡς ἂν οἴηται συμφέρειν οἰκονομήσει τοὺς λόγους. ἐκκλησίαν δὲ κελεύσας γενέσθαι, καὶ τῶν ἐν τέλει πάντων καὶ τῶν λογάδων τῆς στρατιᾶς εἰς ἓν γενομένων, παρελθὼν εἰς μέσους, ἔλεξε τοιάδε· «οὐδένα ὑμῶν οἴομαι ἀγνοεῖν ὡς, διαφορᾶς ἐμοὶ πρὸς τὸν βασιλέα καὶ πάππον γεγενημένης, πολλὰ τὰ μὲν ἐπράχθη, τὰ δὲ καὶ ἐν μελέτῃ ἔτι ἦσαν, ἐμὲ πρὸς ἔσχατον κινδύνου καθιστῶντα. δι' ἅπερ αὐτός τε ἀπέστην οὐ μᾶλλον τοῦ βασιλέως ἢ τοῦ κινδύνου, καὶ ὑμεῖς πάρεστε βοηθήσοντες ἀδικουμένῳ. νυνὶ δὲ ἐμοί τε παρόντος ὃ προὐθέμην ἐξ ἀρχῆς καὶ ὑμῖν, τῆς βοηθείας ὁποίας ἐχρῆν γεγενημένης, ἄν τι περαιτέρω τούτων ζητῶμεν, ἐμοὶ μὲν τὸ ἀδικεῖν, τὸ ἀδικοῦντι δὲ συμπράττειν ὑμῖν ἂν περισταίη· προὐθέμην δὲ ἐξ ἀρχῆς, οὔτ' ἐν πολεμίου μοίρᾳ τὸν πατέρα κατασφάττειν, ἄν περ ἐξῇ, οὔτε τὴν ἀρχὴν ἀφαιρεῖσθαι, ἀλλ' ἐμαυτὸν διασώζοντα τοῦ κινδύνου, μηδὲν ἐκείνῳ τῆς ἀρχῆς ἕνεκα παρενοχλεῖν. τὸ μὲν οὖν τὸν κίνδυνον διαφυγεῖν θεὸς αὐτὸς συναράμενος παρέσχε,