37
τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πραότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ωμοσε τὸν ∆αβὶδ ὁ Σαούλ. ̓Ιωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ ∆αβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ην ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς ̔Εβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ ∆αβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ' εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ' αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αυθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ ∆αβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ ∆αβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οικον ∆αβίδ, ινα μεθ' ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ 1.93 αὐτοῦ, διὰ θυρίδος τὸν ανδρα κατήγαγε· καὶ ἀπέδρα. εωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν ∆αβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ως τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ηπαρ αἰγὸς νεοσφαγοῦς, ὡς αν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ανδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ος ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. ουτω δὲ τὸν θάνατον ὁ ∆αβὶδ ἐκφυγὼν τῷ Σαμουὴλ εἰς ̓Αρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς ̔Ραμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς αξοντας τὸν ∆αβίδ. οἱ δ' ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως αλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ' ὀργῆς, καὶ πλησιάσας προφητεύειν ηρξατο καὶ αὐτός. οτε καὶ τὸ ᾀδόμενον οἱ ἐκεῖ παρόντες ἐφθέγξαντο τό "εἰ καὶ Σαοὺλ ἐν προφήταις;" ἐλθὼν δὲ οπου ην Σαμουήλ, εκφρων ωσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμνὸς εκειτο δι' ολης ἡμέρας τε καὶ νυκτός. ̔Ο δὲ ∆αβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ ̓Ιωνάθαν τὴν κατ' αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν· ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ ∆αβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ εξω προσμενοῦντι τῆς πόλεως. προσαγα1.94 γὼν ουν λόγους ὁ ̓Ιωνάθαν τῷ πατρὶ περὶ τοῦ ∆αβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι' ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ωρκισε τὸν ∆αβὶδ μεμνῆσθαι αὐτοῦ, καν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ' εἰπὼν ̓Ιωνάθαν ὑπέστρεψε, ∆αβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς ̓Αβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ηκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως ειπεν ἀπόρρητον, "καὶ ινα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε." ταῦτα εἰπὼν αρτους ῃτησε. καὶ ὁ ἀρχιερεὺς μὴ εχειν ειπεν αλλους η τοὺς ἁγίους, καί "εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε." ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ εχειν μέντοι ὁ ἀρχιερεὺς οπλον ετερον ἀπεκρίνατο εἰ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ην αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ ∆αβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων ̓Αγχούς. καὶ γνωσθεὶς οστις ειη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς εκφρων ἐπορεύετό τε καὶ επραττεν. ουτω δ' ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν ̓Ιούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον ̓Οδολάμ. ενθα οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· ειτα καὶ αλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. απεισι δ' ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ' αὐτῷ τοὺς γονεῖς αὐτοῦ εως αν εις τι τέλος ηξει τὰ κατ' αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν ̓Ιεσσαὶ καὶ τὸν οικον αὐτοῦ. καὶ ὁ ∆αβὶδ εἰς τὴν γῆν ἐπορεύθη ̓Ιούδα, τοῦτο Γὰδ