37
κωμικὸς, ̓Αθηναῖος. ἀμφὶς δὲ ἀντὶ τοῦ χωρίς. ̓Αμφορεαφόρουσ. τοὺς μισθίους. τοὺς τὰ κεράμια φέροντας. ̓Αμφούδησ. κύριον ονομα. ̓Αμφικτύονεσ. τὸ κτῖσαι ἐπὶ τοῦ οἰκίσαι ελαβον οἱ παλαιοί. ὡς Ομηρος· -εὐκτίμενον πτολίεθρον- εστιν ουν οἰκίζω, οἰκίσω, οἰκίων καὶ οἰκτίων, καὶ πλεονασμῷ τοῦ ˉτ καὶ τῆς ἀμφὶ ἀμφικτίων, καὶ τροπτῇ τοῦ ˉι εἰς ˉυ ἀμφικτύων. εστι δὲ συνέδριόν τι ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἀπὸ ̓Αμφικτύονος τοῦ ∆ευκαλίωνος, οτι αὐτὸς συνήγαγε τὰ εθνη βασιλεύων. ταῦτα δὲ εἰσὶ ˉιˉβ, Ιωνες, ∆ωριεῖς, Πεῤῥαιβοὶ καὶ λοιποί. ̓Αμφιτάπητεσ. τὰ ἐπεύχια, τὰ ἀπὸ τῶν δύο μερῶν μεμαλλωμένα. τάπητες δὲ τὰ ἀπὸ τοῦ ἑνὸς μέρους εχοντα μαλλούς. ̓Αμφίπολοσ. ὁ δοῦλος. τὰ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς εχουσι τὸν τόνον. οιον· οἰνοπόλος, ὀνειροπόλος, οἰνοχόος. τὰ δὲ μετὰ προθέσεως προπαροξύνεται. οιον· ἀμφίπολος, πρόπυλος. εστι δὲ καὶ ἐπὶ θηλυκοῦ. ̓Αμφορεύσ. ὁ ἀσκὸς, η τὸ δίωτον σταμνίον, τὸ ἑκατέρωθεν αἰρόμενον. ἀμφερεὺς καὶ ἀμφορεύς. ̓Αμφορίσκοσ. ὁ λῶρος. σημαίνει δὲ καὶ ἀγγεῖον. ̓Αμφίδρυφοι. ἐξεσμένοι ἀμφοτέρωθεν. alpha.146 Αμφω μὲν ηστην. ἀντὶ τοῦ, ἀμφότεροι μὲν ὑπῆρχον. ̓Αμφοῖν. τοῖς δυσὶν η τῶν δύο. ̓Αμφιπέρι. περὶ αὐτούς. ̓Αμφ' ωμοισι. περὶ τῶν ωμων. ̓Αμφόνον. ἀναφόνον. τὸ τοιοῦτον σχῆμα ειδους ἐστὶ συγκοπή. Αμωμοσ. ὁ καθαρὸς καὶ ἀναίτιος. τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις αμωμον. ̓Αμμωνιανός· ̓Αμίδαος· ̓Αμωντιανόσ. ὀνό ματα κύρια. ̓Αμμώνιοσ. φιλόσοφος ̓Αλεξανδρεὺς, ὁ ἐπικληθεὶς Σάκκας. ουτος ἀπὸ χριστιανῶν γέγονεν ελλην, ὡς φησὶ Πορφύριος. (Θηλυκόν.) ̓Αμπαλίνωροσ. ὁ τὴν αὐτὴν ὁδὸν ἀναστρέφων. οικαδ', ω παῖ, απιθι ἀμπαλίνωρος. ̓Αμπελεών. ἡ ἀμπελόφυτος γῆ. λιτός θ' ὁ σχεδὸν ἀμπελεών. ̓Αμπέλειοσ. βότρυς ὁ τῆς ἀμπέλου. ̓Αμπέλιος δὲ κύριον, ˉι. Αμβρων. ἡ τῆς πέτρας ὀφρύς. ευρον τοῦτο καὶ αμβη. Αμμοροσ. ὁ κακοθάνατος. *λέγεται δὲ ὁ δύσμορος.* ̓Αμολγῷ. μεσονυκτίῳ η σκότει, ἐν ῳ τις παύεται τοῦ μολεῖν η τοῦ πονεῖν. Ομηρος· ονειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. ̓Αμαθία. ἀντὶ τοῦ ἀναισθησία. ουτως Πλάτων. ̔Αμαξεία. ὁ τῶν ἁμαξῶν φόρτος. ̔Αμαρτάδασ. ἀπὸ τῆς ἁμαρτὰς εὐθείας. alpha.147 ̔Αμαρτία. ἡ τοῦ καλοῦ ἐκτροπὴ, ειτε τοῦ κατὰ φύσιν, ειτε τοῦ κατὰ νόμον. καὶ ἡ τοῦ καλῶς εχοντος ἐκτροπὴ, καὶ ἡ κατὰ σκοπὸν καὶ κατὰ γνώμην εκπτωσις, καὶ ἡ τῆς προσηκούσης κράσεως ἀπόπτωσις. εστι δὲ καὶ πρᾶξις παρὰ τὸν προσήκοντα λόγον πραττομένη. ἁμαρτία μοναχοῦ, ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις. ̔Αμαρτία γνωστικοῦ. γνῶσις ψευδὴς, αὐτῶν τῶν πραγμάτων τῆς θεωρίας τεχθεῖσα τινὸς, η ἐκ τοῦ μὴ δ' αὐτῷ καλῶς βασανίζεσθαι τὸ πρόβλημα. ̔Αμαρτία. κυρίως ἡ ἀποτυχία. παρὰ τὸ μάρπτω, ἁμαρπτία, καὶ ἐλλείψει τοῦ ˉπ ἁμαρτία. ενθεν καὶ μάρτυς ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. η ἁμαρτία παρὰ τὸ ἀρτῶ τὸ ἁρμόζω, πόῤῥω ουσα τοῦ συνηρμόσθαι ο βούλεται, τῆς ἀπὸ προθέσεως τὸ αποθεν δηλούσης. ̓Αμάρα. ὀχετὸς, η ὑδροῤῥόα. παρὰ τὸ αμα ῥεῖν τὸ υδωρ. η οτι τὰ φυόμενα πλησίον οὐκ ἐᾷ μαραίνεσθαι. η διὰ τὸ παρὰ τὰς αἱμασιὰς ῥεῖν. Αμαξα. παρὰ τὸ αγω, αμαξα. εστι δὲ καὶ Αμαξα χωρίον Βιθυνίας. ὁ χωρίτης ̓Αμαξίτης. ̓Αμάσεια. πόλις Ποντικὴ, ἀφ' ης Στράβων. ὁ πολίτης ̓Αμασεύς. κατὰ δὲ Πίτωνα ̓Αμασεώτης. πειστέον αρα Στράβωνι, ὡς πολίτῃ. Αμαστρισ. ἡ πρότερον Κρῶμα. Κρῶμάν τ' αἰγιαλόν τε- ἀπὸ γυναικὸς Περσίδος ̓Αμάστριδος, θυγατρὸς ̓Οξυάθρου τοῦ ἀδελφοῦ ∆αρείου. τὸ ἐθνικὸν ̓Αμαστριανός. ὡς Φάσις, Φασιανός. τὰ γὰρ τοιαῦτα η ἀπὸ τῶν εἰς ˉοˉς εὐθειῶν, ὡς Βάκτριος, alpha.148 Βακτριανός. η ἀπὸ τῶν εἰς ˉοˉς γενικῶν, ὡς τοῦτο. η ἀπὸ τῶν διὰ τοῦ ˉιˉα θηλυκῶν, ὡς ̓Ολβία, ̓Ολβιανὸς, ̓Ασία, ̓Ασιανός. ̓Αμαστριανή. ἡ γυνή. ̔Αματροχία. τὸ αμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι· οιον ὁμοδρομία τὶς ουσα. τροχοὺς γὰρ τοὺς δρόμους ελεγον. ὀξύνεται δὲ ὡς φυλαλία. ̓Αμαξοτροχία. ὁ τόπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. ̓Αμαξιτόσ. ἡ δημοσία ὁδός. Αμαθοσ. ἡ μεσόγειος αμμος, ἀπὸ τοῦ ψάμαθος ἀποβολῇ τοῦ ψ. η αμυθος τὶς ουσα τίς ἐστιν ἀνεπίγνωστος, ην οὐκ εστιν