1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

37

ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖσθαι f. l. ἐρείδεσθαι τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν ... ὀφιόμορφον ἐξ αὐτῆς ... εἶτα καυχώμενον ... εἰπεῖν, Ἐγὼ Θεὸς καὶ Πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς. Τὴν δὲ μητέρα δυσχεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ Πατὴρ ἁπάντων, πρῶτος Ἄνθρωπος suppl. καὶ Ἄνθρωπος Υἱὸς Ἀνθρώπου ... Τούτων δέ φησιν ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ Πατὴρ ἔφη, ∆εῦτε ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμῶν. 1.28.9 Ἄλλοι δὲ, οὓς Καϊνοὺς ὀνομάζουσι καὶ τὸν Κάϊν φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ, καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομίτας, καὶ πάντας δὲ τοὺς τοιούτους, συγγενεῖς ἰδίους ὁμολογοῦσι. Καὶ τούτους ὑπὸ μὲν τοῦ ποιητοῦ μισηθῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι· ἡ γὰρ σοφία ὅπερ εἶχεν ἐν αὐτοῖς, ἀνήρπασεν ἐξ αὐτῶν. Καὶ τὸν προδότην δὲ Ἰούδαν μόνον ἐκ πάντων τῶν ἀποστόλων ταύτην ἐσχηκέναι τὴν γνῶσιν φασὶ, καὶ διὰ τοῦτο τὸ τῆς προδοσίας ἐνεργῆσαι μυστήριον. Προφέρουσι δὲ ..... 2.33.3 καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ Κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι ταῦτα τὸν Ἰωάννην. Παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων. 2.39.1 Ἄμεινον καὶ συμφορώτερον, ἰδιώτας καὶ ὀλιγομαθεῖς ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, ἢ πολυμαθεῖς καὶ ἐμπείρους δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρίσκεσθαι δεσπότην. Ὁ ὑγιὴς νοῦς, καὶ ἀκίνδυνος, καὶ εὐλαβὴς, καὶ φιλαληθὴς, ὅσα μὲν ἐν τῇ τῶν ἀνθρώπων ἐξουσίᾳ δέδωκεν ὁ Θεὸς, καὶ ὑποτέταχε τῇ ἡμετέρᾳ γνώσει, ταῦτα προθύμως ἐκμελετήσει, καὶ ἐν αὐτοῖς προκόψει, διὰ τῆς καθημερινῆς ἀσκήσεως ῥᾳδίαν τὴν μάθησιν ἑαυτῷ ποιούμενος. Ἔστι δὲ ταῦτα, τά τε ὑπ' ὄψιν πίπτοντα τὴν ἡμετέραν, καὶ ὅσα φανερῶς καὶ ἀναμφιβόλως αὐτολεξεὶ ἐν ταῖς θείαις γραφαῖς λέλεκται. 2.41.3 Εἰ καὶ ἐπὶ τῶν τῆς κτίσεως ἔνια μὲν ἀνάκειται τῷ Θεῷ, ἔνια δὲ καὶ εἰς γνῶσιν ἐλήλυθε τὴν ἡμετέραν, τί χαλεπὸν, εἰ καὶ τῶν ἐν ταῖς γραφαῖς ζητουμένων, ὅλων τῶν γραφῶν πνευματικῶν οὐσῶν, ἔνια μὲν ἐπιλύομεν κατὰ χάριν Θεοῦ, ἔνια δὲ ἀνακείσεται τῷ Θεῷ, καὶ οὐ μόνον αἰῶνι ἐν τῷ νυνὶ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ἵνα ἀεὶ μὲν ὁ Θεὸς διδάσκῃ, ἄνθρωπος δὲ διὰ παντὸς μανθάνῃ παρὰ Θεοῦ; 2.41.4 Εἰ οὖν καθ' ὃν εἰρήκαμεν τρόπον, ἔνια τῶν ζητημάτων ἀναθήσωμεν τῷ Θεῷ, καὶ τὴν πίστιν ἡμῶν διαφυλάξομεν, καὶ ἀκίνδυνοι διαμενοῦμεν, καὶ πᾶσα γραφὴ δεδομένη ἡμῖν ἀπὸ Θεοῦ σύμφωνος ἡμῖν εὑρεθήσεται, καὶ αἱ παραβολαὶ τοῖς διαῤῥήδην εἰρημένοις συμφωνήσουσι, καὶ τὰ φανερῶς εἰρημένα ἐπιλύσει τὰς παραβολὰς, καὶ διὰ τῆς τῶν λέξεων πολυφωνίας ἓν σύμφωνον μέλος ἐν ἡμῖν αἰσθήσεται ..... 2.44.2 Φύσεως κρείττων ὁ Θεὸς, καὶ παρ' αὐτῷ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι· καὶ τὸ δύνασθαι, ὅτι δυνατός· καὶ τὸ ἐπιτελέσαι, ὅτι εὔπορος ... Οὐκ ἐν τῷ λέγειν, ἀλλ' ἐν τῷ εἶναι ὁ κρείττων δείκνυσθαι ὀφείλει f. l. φιλεῖ. Τοσοῦτον δὲ ἀποδέουσι τὸν νεκρὸν ἐγεῖραι, καθὼς ὁ Κύριος ἤγειρε, καὶ οἱ ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι πολλάκις διὰ τὸ ἀναγκαῖον, τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας πολλῆς καὶ λιτανείας, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων ..... 2.49.3 Εἰ δὲ καὶ τὸν κύριον φαντασιωδῶς τὰ τοιαῦτα πεποιηκέναι φήσουσιν, ἐπὶ τὰ προφητικὰ ἀνάγοντες αὐτοὺς, ἐξ αὐτῶν ἐπιδείξομεν, πάντα οὕτως περὶ αὐτοῦ καὶ προειρῆσθαι, καὶ γεγονέναι βεβαίως, καὶ αὐτὸν μόνον εἶναι τὸν υἱὸν τοῦ Θεοῦ. ∆ιὸ καὶ ἐν τῷ ἐκείνου ὀνόματι οἱ ἀληθῶς αὐτοῦ μαθηταὶ, παρ' αὐτοῦ λαβόντες τὴν χάριν, ἐπιτελοῦσιν ἐπ' εὐεργεσίᾳ τῇ τῶν λοιπῶν ἀνθρώπων, καθὼς εἷς ἕκαστος αὐτῶν τὴν δωρεὰν εἴληφε παρ' αὐτοῦ. Οἱ μὲν γὰρ δαίμονας ἐλαύνουσι βεβαίως καὶ ἀληθῶς, ὥστε πολλάκις καὶ πιστεύειν αὐτοὺς ἐκείνους τοὺς καθαρισθέντας ἀπὸ τῶν πονηρῶν πνευμάτων, καὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ. Οἱ δὲ καὶ πρόγνωσιν ἔχουσι τῶν μελλόντων, καὶ ὀπτασίας, καὶ ῥήσεις προφητικάς. Ἄλλοι δὲ τοὺς κάμνοντας διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἰῶνται, καὶ ὑγιεῖς ἀποκαθιστᾶσιν. Ἤδη δὲ, καθὼς ἔφαμεν, καὶ