τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες οἵ τε ἀναστάντες οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου τέλειοι ἀνέστησαν· ἀδύνατον γὰρ γενέσθαι νεκρῶν ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοι κιζομένης εἰς τὸ οἰκεῖον σῶμα. Κἂν οὖν εἴπῃ ἡ θεία γραφὴ ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστασιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. Καὶ καθάπερ, ὅταν εἴπῃ ἡ θεία γραφή· Ὁ ἐγείρας τὸν κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰς ψυ χὰς καὶ τὰ σώματα ἡμῶν, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν οὔτε φαντασίας δίδωσιν ὑπόνοιαν, ἀλλὰ τελείαν ἀναστάσεως τὴν πίστιν, οὕτως καί, ὅταν λέγῃ· Ἠγέρθη πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐκ νεκρῶν, τὴν τελείαν λέγει ἀνάστασιν. Γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λύτρον εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι βίῳ καὶ πάσαις ταῖς ἐν τῷ ᾅδῃ ψυχαῖς. ∆ι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μέ νουσιν ἐν ἀθανασίᾳ, καθάπερ ὁ Ἐνὼχ καὶ ὁ Ἡλίας, καί εἰσι σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ ἀναμένοντες τὴν ἤδη αἰωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως γινομένην κατὰ ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ θεῖος ἀπόστολος, πάντες ἀλλαγησόμεθα. Eἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, πλὴν τοῦ σωτῆρος Χριστοῦ· διὸ καὶ πρωτότοκος τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνηγόρευται. Ἐρώτησις π. Τί ἑρμηνεύεται ἡ μνᾶ, τὸ οἶφι, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικόν, τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κο δράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσά ριον, τὸ σεραφείμ, τὸ βεζέλ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; Ἀμφοτέρων γὰρ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Eἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς φερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. Ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας. Ἐρώτησις πζ. Eἰ πρὸ τῆς τοῦ Βαπτιστοῦ ἀναιρέσεως τῇ ποιήσει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπεν, ὥς φησιν ὁ Ματθαῖος, καὶ πάντας ἡ περὶ τούτου φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γινόμενα θαύματα ὁ Ἡρώδης σὺν τοῖς Ἰουδαίοις ἔλεγεν ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας καὶ ποιῶν τὰ σημεῖα; Ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐν ἑνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἱ μὲν πρό τερον, ἄλλοι δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκότων τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων