1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

37

παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν παρέχειν, καὶ Κυθηρείην ὁμοίως, παρὰ τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις τὸ κύειν ἐπιδιδόναι. ἔνθεν Ἑρμῆς ἐν τῇ κοσμοποιΐᾳ τὰ μὲν ὑπὲρ ὀσφὺν ἄρρενα τῆς Ἀφροδίτης, τὰ δὲ μετ' αὐτὴν θήλεα παραδίδωσιν· ὅθεν Πάμφυλοι καὶ πώγωνα ἔχουσαν ἐτίμησαν Ἀφροδίτην ποτέ· τεχθῆναι δ' αὐτὴν ἀξιοῦσιν ἀπὸ τῶν Κρόνου μηδέων, τουτέστιν ἀπὸ τοῦ αἰῶνος, ἡ δὲ φύσις τῶν πραγμάτων ἀΐδιος καὶ ἄφθαρτος. βενίσαι τὸ ἀφροδισιάσαι παρὰ τῷ πλήθει λέγεται. ὁ δὲ Πλάτων δύο παραδίδωσιν Ἀφροδίτας, Οὐρανίαν καὶ Πάνδημον· καὶ τὴν μὲν τοῖς θεοῖς, τὴν δὲ τοῖς ἀνθρώποις παρέπεσθαι· οἱ δὲ ἄλλοι τῶν ποιητῶν τέσσαρας παραδιδόασι· μίαν μὲν ἐξ Οὐρανοῦ καὶ Ἡμέρας τεχθεῖσαν, ἑτέραν δὲ ἐξ ἀφροῦ, ἐξ ἧς καὶ Ἑρμοῦ Ἔρως ἐτέχθη· τρίτην ∆ιὸς καὶ ∆ιώνης, ἐξ ἧς καὶ Ἄρεος τεχθῆναί φασιν Ἀντέρωτα· τετάρτην τὴν Συρίας καὶ Κύπρου, τὴν λεγομένην Ἀστάρτην. ἄλλοι δέ φασι, πρώτην μὲν τοῦ Οὐρανοῦ καὶ Ἡμέρας Οὐρανίαν καλουμένην, δευτέραν δὲ Ἀφροῦ καὶ Εὐρυνόμης τῆς Ὠκεανοῦ, καὶ τρίτην τὴν συναφθεῖσαν Ἑρμῇ τῷ Νείλου, ἐξ ἧς καὶ ὁ δεύτερος Ἔρως ὁ ὑπόπτερος, τετάρτην ∆ιὸς καὶ ∆ιώνης, ἣν ἔγημεν Ἥφαιστος, λάθρᾳ δὲ αὐτῇ συνελθὼν Ἄρης ἔτεκε τὸν Ἀντέρωτα. καλεῖται δὲ πολλαχοῦ καὶ Πασιφάη, ἡ πᾶσιν ἐπαφιεῖσα τὴν ἡδονήν· καὶ Ἐρυκίνη παρὰ τὸ τοὺς ἔρωτας κινεῖν. ἀπ' αὐτῆς δὲ καὶ Ἑρμοῦ τὸν Ἑρμαφρόδιτον τεχθῆναι λόγος, οἷον τὸν εὐφραδῆ καὶ ἀστεῖον λόγον, τὸν ἐξ ἡδονῆς τὸ τραχὺ θηλύνοντα. τὸν δὲ ταύτης ἀστέρα τῇ σελήνῃ παρέπεσθαί φασι διὰ τὰς νυκτερινὰς συναφείας, ὅθεν καὶ σκιὰν αὐτὸν ἀποτελεῖν διὰ τὸ σωμάτων εἶναι παρεκτικόν. ἱερούργουν δὲ αὐτῇ χῆνας καὶ πέρδικας, ὅτι αἱ μὲν τοῖς ὕδασι χαίρουσι -πελαγία δὲ ἡ Ἀφροδίτη-οἱ δὲ ταῖς φωναῖς τῶν θηλείων ἀγόμενοι ἁλίσκονται. τοσαῦται μὲν τοῖς παλαιοῖς αἱ περὶ Ἀφροδίτης κατὰ μυθικὴν καὶ φυσικὴν θεωρίαν δόξαι. οἱ δὲ φιλόσοφοι ∆ιώνην τὴν Ἀφροδίτην εἶναί φασι τὴν διὰ πάντων οὖσαν τῶν ὄντων φύσιν· τεχθῆναι δὲ αὐτὴν ἐκ τῶν Οὐρανοῦ μηδέων καὶ τῆς θαλάσσης, τουτέστιν ἐξ ἀρτίου ἀριθμοῦ καὶ περιττοῦ· καὶ περιττοῦ μὲν ἐκ τοῦ εἴδους, ἀρτίου δὲ ἐκ τῆς θαλάσσης, τουτέστι τῆς ἀπείρου ὕλης. Κίγκιος δὲ ὁ Ῥωμαῖος σοφιστής φησι τὴν Ἀφροδίτην ἐξ ἀφροῦ τεχθῆναι, οἱονεὶ ἐκ τοῦ χιονώδους ἀέρος καὶ τῆς ψυχρᾶς οὐσίας τὸ ἔαρ ἀποτεχθῆναι. τοσαῦτα περὶ Ἀφροδίτης. ὅτι τὸν Ἀπρίλιον παρ' Αἰνείου πρὸς τιμὴν τῆς μητρὸς αὐτοῦ οἱονεὶ ἀφροδίσιον, τινὲς δὲ παρὰ τοῦ Ῥωμύλου οὕτως ὀνομασθῆναι βούλονται· τοῦ πρώτου γὰρ μηνὸς δῆθεν ἀνατεθέντος Ἄρει εἰκὸς ἦν τὸν δεύτερον Ἀφροδίτῃ ἀνατεθῆναι. οὕτως μὲν οὖν Ἕλληνες, οἱ δὲ Ῥωμαῖοι Ἀπρίλιον ὡσανεὶ Ἀπερίλιον ἀντὶ τοῦ ἀνοικτικὸν τοῦ καιροῦ φασιν· ἐγκεκλεισμένης γὰρ ὥσπερ τῷ χείματι τῆς φύσεως τὸ ἔαρ ἐξανοίγειν τὰ πράγματα πέφυκεν. εἰκὸς δὲ ἦν τῷ τοῦ Ἄρεος μηνὶ συζευχθῆναι τὸν τῆς Ἀφροδίτης ὡς εἴρηται· διότι, ὥς φασιν Αἰγύπτιοι, διὰ τῆς πραότητος τῆς Ἀφροδίτης πραύνεται ὁ τοῦ Ἄρεος ἀστήρ. ἐν δὲ τοῖς ὕμνοις ἐγγὺς τριακοσίοις ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην. οἱ δὲ Φοίνικες Ἀστάρτην, τὴν σφῶν πολιοῦχον-οἱονεὶ τὴν ἀστερίαν ἢ τὴν τοῦ ἄστεος ἀρετήν-εἶναι τὴν Ἀφρο δίτην βούλονται. ἐκ γὰρ τοῦ Λιβάνου-ὄρος δέ ἐστιν ἐκεῖ ἐκ τῆς πρὸς λίβα νεύσεως οὕτω καλούμενον -δύο ποταμοὶ ἐκπίπτουσιν ἐπὶ τὴν θάλασσαν, ὧν ὁ μὲν μείζων καὶ διειδέστερος Ἄδωνις, ὁ δὲ ἐλάσσων καὶ γεωδέστερος Ἄρης προσαγορεύεται. ἐμπίπτων δὲ ὁ Ἄρης τῷ Ἄδωνι οὐ διασώζει τὴν οἰκείαν προσηγορίαν ἄχρι θαλάσσης. ἐπεὶ οὖν Ἄδωνις ὅλος ἐμμίγνυται τῷ πελάγει, δοκεῖ μᾶλλον αὐτὸς ἀγαπᾶσθαι πρὸς τῆς Ἀφροδίτης ἀντὶ τοῦ τῆς θαλάσσης. 4.65 Ταῖς τοίνυν Καλένδαις Ἀπριλίαις αἱ σεμναὶ γυναικῶν ὑπὲρ ὁμονοίας καὶ βίου σώφρονος ἐτίμων τὴν Ἀφροδίτην· αἱ δὲ τοῦ πλήθους γυναῖκες ἐν τοῖς τῶν ἀνδρῶν βαλανείοις ἐλούοντο πρὸς θεραπείαν αὐτῆς μυρσίνῃ