τὸν ἄνδρα ἀτίμως προσήκατο καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα· καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τοῖς ἀπίστοις αὐτοῖς, ὡς εἰρήνης μεσίτης καὶ τῶν μαχομένων διαλλακτὴς καὶ πολεμικὰς περιστάσεις ἀποσοβῶν. Ἔπεσε δὲ τηνικαῦτα αὐτομάτως ἡ τοῦ 180 Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος ἀοράτοις χερσί. Γέγονε δὲ καὶ ἔκλειψις τῆς σελήνης, ἥτις εἰς αὐτὸν ἀπέσκηψεν, ἐπεὶ καὶ πεφύκασιν ὡς ἐπίπαν τὰ τοιαῦτα τυραννούντων καθαίρεσιν δηλοῦν, καθὼς οἱ περὶ τὴν τῶν ἀστέρων ἀδόλεσχον ματαιότητα διαγινόμενοι τερατεύονται.
Ἐπανελθόντος οὖν τοῦ Στραβορωμανοῦ καὶ τῆς πρεσβείας ἀπράκτου μεινάσης ἔργων πολεμικῶν ὁ βασιλεὺς εἴχετο καὶ ἐπ' αὐτὸν συνετάττετο στράτευμα καὶ θαρσῶν τὴν αὐτοῦ κατάλυσιν προηγόρευε· τὸ γὰρ ᾀδόμενον στοιχεῖον τοῦ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα σκοποῦσιν ἐφοιβάζετο. Καὶ δὴ στρατηγὸν ἐπιστήσας ἕνα τῶν εὐπατριδῶν, τὸν νωβελίσσιμον Ἀλέξιον τὸν Κομνηνὸν μέγαν αὐτὸν δομέστικον προβαλλόμενος, ὃς τὸν Ῥουσέλιον τὸ πρὶν εὐμηχάνως ἐχειρώσατο, κατὰ τοῦ Βρυεννίου ἀφίησι, φρονήσει καὶ διανοίας σταθηρότητι γεραρὸν καὶ πρὸς μάχας καὶ κινδύνους πολεμικοὺς ἑδραῖόν τε καὶ ἀπερικτύπητον. Ὃς δὴ τὰς δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου ἐβάδιζε, καὶ πρὸς τόπον Καλαβρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατὸν ἔμαθε παρὰ τῶν σκοπῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ τῆς Μεσήνης ἀπαναστάς. Καὶ αὐτίκα ὁ νωβελίσσιμος Τούρκους τῶν ἑαυτοῦ ἀπολεξάμενος ἀφικέσθαι μὲν ἄχρι τοῦ Βρυεννίου ἐκέλευσεν, ἐπίδειξιν δὲ πολέμου ποιησαμένους μόνην πάλιν ἐπαναστρέψαι πρὸς αὐτόν. Αὐτὸς δὲ λόχους ἐν ἐπικαίροις θέμενος καὶ τὰ κατὰ τὸν στρατόν, ὡς ἄριστον ἐδόκει, διαταξάμενος ἔμενε τὴν τοῦ Βρυεννίου ἐπέλευσιν. Φανέντων δὲ τῶν σημείων τῶν στρατευμάτων ἀμφοῖν καὶ ἀλαλαξάντων ἑκατέρων τὸ ἐνυάλιον πόλεμος συνέστη καρτερός. Ὡς δὲ ἑώρα ὁ Βρυέννιος τῶν ἑαυτοῦ ταγμάτων τὴν ἧτταν καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τὰς κρατίστας τῶν σὺν αὐτῷ δυνάμεων συνηλικὼς αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα ἐκρότησεν. Ἀπεκρούσαντο δὲ τὴν τούτου ὁρμὴν οἱ τοῦ βασιλέως. Φιλοτιμουμένων δὲ ἀμφοτέρων περὶ τῆς νίκης καταπληκτική τις καὶ φόβου πλήρης 181 ἡ μάχη γέγονεν. Ὁ δὲ Κομνηνὸς σύνθημα δοὺς τοῖς ἐν τοῖς λόχοις διαναστῆναι καὶ τοῖς ἐναντίοις μεθ' ὁρμῆς βιαίας εἰσβαλεῖν τροπὴν τῶν τοῦ Βρυεννίου εἰργάσαντο καρτεράν. Ἑάλω μὲν οὖν ὁ Βρυέννιος ζῶν, ἔπεσον δὲ καὶ συχνοὶ τῶν αὐτοῦ, ἑάλωσαν δὲ οὐχ ἥττους καὶ μᾶλλον οἱ τῶν ἄλλων προέχοντες. Ὁ δὲ Βρυέννιος ληφθεὶς τῆς τοσαύτης ἀπονοίας πρόστιμον τὴν τῶν ὀφθαλμῶν ὑφίσταται πήρωσιν, πολλὰ μετακλαυσάμενος τῆς δυσβουλίας ἑαυτόν. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελίαν δεξάμενος τῷ Θεῷ καὶ τῇ αὐτοῦ Μητρὶ τὰς εὐχαριστίας ἀνέθετο. Ἀναιρεῖται δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ Βυζαντίῳ παρὰ τῶν Βαράγγων. Τοῦ γὰρ Βρυεννίου ἀποστατήσαντος καὶ τῶν ἐκτὸς Βαράγγων ὁμοφρονησάντων αὐτῷ οἱ ἐν τῷ παλατίῳ Βάραγγοι ἕνα τινὰ ἑαυτῶν ἐπιλεξάμενοι πρὸς τοὺς ὁμοέθνους ἀποστέλλουσιν, ἀξιοῦντες ἀφεῖναι μὲν τὸν ἀποστάτην, φρονῆσαι δὲ τὰ τοῦ βασιλέως. Γνωσθεὶς δὲ καὶ κρατηθεὶς ἐτασθείς τε σφοδρῶς πᾶσαν ἀνεκάλυψε τῶν μηνυθέντων τὴν δήλωσιν, στερεῖται δὲ καὶ τῆς ῥινός, παρὰ τοῦ Ἰωάννου ταύτην λωβηθείς. Ὅθεν καὶ μὴ πράως ἐνεγκὼν τὴν ὕβριν ἣν πέπονθεν ὁ βάρβαρος, ἀναιρεῖ τὸν Ἰωάννην ἐξιόντα τοῦ παλατίου, μαχαίραις ἐθνικαῖς κατακόψας αὐτόν. Ἐπανέστησαν δὲ καὶ τῷ βασιλεῖ οἱ Βάραγγοι καὶ διαχειρίσασθαι αὐτὸν ἔσπευδον. Ἀντιταξαμένων δὲ τούτοις τῶν τοῦ βασιλέως εἰς ἱκετείας ἐτράποντο καὶ τὸν βασιλέα ἐξιλεωσάμενοι συγγνώμης ἔτυχον. Ὁ δὲ βασιλεὺς τῆς γυναικὸς αὐτοῦ τελευτησάσης τῆς Βεβδηνῆς, ἅμα τῇ ἀναρρήσει ἀναγορευθείσης καὶ αὐτῆς, ἑτέραν ἠγάγετο. Πολλαὶ μὲν γὰρ αὐτῷ ἐμνηστεύοντο, Ζωή τε γὰρ ἡ τοῦ βασιλέως τοῦ ∆ούκα θυγάτηρ, παρθένος οὖσα καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ τῶν συγκλητικῶν θυγατέρες πολλαὶ