ταύτην διχῇ διελών, εἰς τὴν ἄνω Ἀσίαν στρατοπεδεύειν πεποίηται, τὴν μὲν βορειοτέραν τὴν δὲ περὶ τὰ νότια θέμενος. ὁ δὲ βασιλεὺς κατάλογον στρατιωτικὸν ποιησάμενος, καὶ ἐκ πάσης χώρας καὶ πόλεως νεότητα συλλεξάμενος καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ δι' ὀλίγου τὸν ἀριθμὸν τῶν ταγμάτων ἀναπληρώσας, καὶ λοχαγοὺς τοὺς ἀρίστους ἑκάστῳ τούτων ἐπιμελῶς προστησάμενος, συμμίξας δὲ καὶ τοῖς ἀπὸ τῆς ἑσπέρας ἐλθοῦσιν, ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόμαχον κατεπράξατο, καὶ μετὰ τοσαύτης δυνάμεως ἐπὶ Πέρσας ἐπιστατικώτερον ἤλαυνεν. ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν, ἐκδρομήν τινα πρότερον φαντάσαν, δόξαν ὑποχωρῆσαι ἐκ τῆς τοῦ βασιλέως προόδου 105 παρέσχετο, ἔγνω λοιπὸν ὁ ∆ιογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ τὴν κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. καὶ διὰ ταῦτα καταλιπὼν τὸ εὐθὺ Σεβαστείας καὶ Κολωνείας φέρεσθαι, τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι, διατρῖψαι τὸν θερινὸν καιρὸν ἐν αὐτῇ διανοηθείς, κἀν τῷ φθινοπώρῳ τοῖς Συριακοῖς μέρεσι προσβαλεῖν, ὁπόταν τὸ πολὺ τῆς φλογὸς ἐκ τῆς ἀποστάσεως ὁ ἥλιος ἀποτίθεται, ἵνα μὴ τῷ ἀσυνήθει τοῦ καύσωνος διαλωβηθῇ τὸ στρατόπεδον καὶ νόσοις ἁλώσιμον γένηται. Ἐν τοσούτῳ δὲ χρονίζοντος τούτου λάθρᾳ προσβαλόντες οἱ Πέρσαι (Τούρκους δὲ τούτους νυνὶ ὁ λόγος οἶδε καλεῖν) τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου τῆς ἐπιδρομῆς καταστρέφουσιν, καὶ πολλῶν σωμάτων καὶ χρημάτων ἐν τῷ ἀσφαλεῖ κυριεύσαντες παλινῳδίαν ᾖσαν, βάρος λαφυραγωγίας οὐκ ἐλάχιστον ἐπαγόμενοι. ἐλθὼν οὖν ὁ λόγος οὗτος εἰς τὸν βασιλέα πολλὴν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ταραχὴν ἐνεποίησε, διασκοποῦσι τήν τε τῶν ἐναντίων μηχανήν, καὶ ἣν ὑπέστησαν ἀπάτην, καὶ τὸν ἐκ πολλῶν μῶμον, ὅτι τοῦ βασιλέως ἐκστρατευομένου τυγχάνοντος οὐδὲν ἧττον οἱ πολέμιοι τὰ ἑαυτῶν διεπράξαντο, μὴ δυνηθέντος τοῦ κρατοῦντος ἀμύνασθαι. ἀμέλει τοι καὶ ταχὺ τὰς δυνάμεις ἀνειληφὼς δι' ἀτραπῶν ἀβάτων καὶ δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. καὶ πλησιάσας τῇ τῶν Σεβαστηνῶν μητροπόλει τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πεζὸν ἅπαν εὐθὺ τοῦ ἄστεος ἀπιέναι διεκελεύσατο 106 μετὰ τοῦ συνόντος αὐτοῦ προγονοῦ τοῦ Ἀνδρονίκου, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον ἢ συστράτηγον εἶχεν, ἢ τόπον ἀντισηκώσοντα τούτου, εἴ πῃ πολλάκις παρήκων καὶ ὁπλίτης ἐπιτιθέμενος τοῖς ἐχθροῖς καιρίαν ὡς ἄνθρωπος δέξοιτο. αὐτὸς δὲ μετὰ πάσης τῆς ἵππου κατεδίωκεν ὀπίσω τῶν ἐναντίων. καὶ διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῶν τῆς Τεφρικῆς διερχόμενος, καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι κατὰ τὸ ἐγκάρσιον ἐπειγόμενος, οὕτω τὸν στρατὸν κατειργάσατο ὡς, καίτοι τῶν ἐχθρῶν ἔγγιστα τυγχανόντων καὶ θεαθέντων αὐτοῖς, μὴ δύνασθαι τοῖς περὶ αὐτὸν ταχυδρομῆσαι διὰ τῶν ἵππων καὶ μνήμης ἄξιον κατόρθωμα διαπράξασθαι. ὅμως μέντοι τῷ ἀδοκήτῳ τοῦ πράγματος κατασεισθέντων τῶν ἐναντίων, καὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως ἐπιστασίας ἰσχυρῶς ἐπιναρκησάντων, πολὺς μὲν φόνος τούτων ἐγένετο αὐτίκα νῶτα δεδωκότων καὶ πρὸς φυγὴν ὁρμησάντων. ὅσοι δὲ καὶ ζωγρείᾳ ἑάλωσαν, οὐδὲν ἀπώναντο τῆς ἰδίας ζωῆς, μαχαίρας ἔργον γενόμενοι. ἡ μέντοι λεία πᾶσα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησε. καὶ γὰρ θαυμαστὸν τῷ ὄντι καὶ ἀξιόλογον γέγονεν, ἵνα βασιλεὺς Ῥωμαίων ἀκρατῶς διώκῃ χωρὶς τῆς οἰκείας ἀποσκευῆς, μετὰ μόνου τοῦ ἰδίου ὁπλιτικοῦ, ἐπὶ ὅλας ἡμέρας ὀκτώ, διὰ τόπων ἀδήλων τε καὶ ἀβάτων, καὶ μὴ ἀποτύχῃ τῆς ἐπιβολῆς. 107 Ὑποστρέψας οὖν ἐκεῖθεν εἰς τὴν Σεβαστηνῶν μητρόπολιν πρώτην ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ διαναπαύσας τὸν στρατὸν ἐν μόναις ἡμέραις τρισίν, ἄρας ἐκεῖθεν τῆς πρὸς Συρίαν ἀγούσης εἴχετο, καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων καὶ δυσδιεξοδεύτων ἀτραπῶν εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον