ξηρὸν ἐμπεσόντες, ὅταν ἀσπαρίζωσιν. ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα τὰ ἀναπνέοντα, γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως, οἷον ἐάν τις βιάζηται χελώνας ἢ βατράχους ἢ ἄλλο τι τῶν τοιούτων γενῶν· ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαίνει πειρωμένοις πάντα τρόπον, ὡς οὐκ ἐχόντων πνεῦμα θύραθεν οὐθέν. ὅν τε τρόπον λέγουσι γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς, ἐνδέχεται καὶ τοῖς ἀνθρώποις οὖσιν ἐν τῷ ὑγρῷ συμβαίνειν· εἰ γὰρ καὶ οἱ ἰχθύες ἕλκουσιν ἐκ τοῦ πέριξ ὕδατος τῷ στόματι, οὐκ ἂν ποιοῖμεν καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα, καὶ τὸν ἐκ τοῦ στόματος δ' ἂν ἕλκοιεν ὁμοίως τοῖς ἰχθύσιν. ὥστ' εἴπερ κἀκεῖνα ἦν δυνατά, καὶ ταῦτα ἦν· ἐπεὶ δὲ οὐκ ἔστι, δῆλον ὡς οὐδ' ἐπ' ἐκείνων ἐστί. πρὸς δὲ τούτοις διὰ τίνα αἰτίαν <***>. <***> προτέρα ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς· θερμανθέντος γὰρ τοῦ ἐντὸς καὶ δεηθέντος καταψύξεως εἰσῆλθε ψυχρὸς ἀήρ. ψεῦδος τὸ τροφὴν εἶναι τοῦ ἐμφύτου θερμοῦ καὶ ἐντὸς ψυχρὸν ὄντα· τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων τροφῶν οὐχ ὁρῶμεν γινόμενον· δι' ἄλλου γάρ, ἤγουν τοῦ στόματος, εἴσεισιν ἡ τροφὴ καὶ δι' ἄλλου ἔξεισιν. ἐπὶ δὲ τῆς εἰσπνοῆς τοῦτ' οὐκ ἔστιν. τὸ ἐκπνεόμενον θερμόν, τὸ εἰσπνεόμενον ψυχρόν. Ἀναξαγόρας· τῶν βραγχίων ἀποβιαζομένων τῶν ἰχθύων τὸ ὕδωρ πνευματοῦται καὶ οὕτως γίνεται ἡ ἀναπνοὴ διὰ τοῦ στόματος. καὶ μυκτήρων μὴ ὄντων ἡ στέρησις τῆς κατὰ τὴν ἀρτηρίαν ἀναπνοῆς ποιεῖ θάνατον, οὐχ ἡ τῆς διὰ μυκτήρων. οἱ μυκτῆρες ὀσφρήσεως ἕνεκα, οὐκ ἀναπνοῆς. πάντα ὀσφραίνεται ἐκτὸς σκωλήκων, ὀστρέων καὶ τῶν λοιπῶν. τοῖς ἐντόμοις †ἡ τομὴ† ὄσφρησις. ἔν τισι φλεψίν ἐστιν αἷμα, οὐ πλήρεις δ' εἰσὶν αἵματος, ἔχουσι δὲ πόρους· διὸ τοῦ αἵματος κινουμένου ἄνω καὶ κάτω, ἄνω γίνεται ἀναπνοή, κάτω ἐκπνοή. αἱμάτων πλήρεις ἄλοκες ἤγουν φλέβες. ἐν τῇ ἐκπνοῇ ἐκτείνεται τὸ αἷμα, ἐν τῇ εἰσπνοῇ συστέλλεται. εἰ †ὡς μέγ( )† καὶ τὰ λοιπὰ ἔντομα ἀνέπνεον, ἐπνίγοντο ἂν ἐν τοῖς ὕδασι. τὰ μικρὰν ἔχοντα δύναμιν προσηνότερον ἀναπνεῖ. πόδας καὶ βράγχια ἔχει ὁ καλούμενος κορδύλος, ἅμα δὲ πόδας καὶ βράγχια οὐδὲν ἄλλο ὦπται ἔχον. τοῖς τετράποσι καὶ ἐναίμοις ἐστὶν ἡ ἐπιγλωττὶς μόνοις. ὁ αὐλὸς γέγονε τοῖς ἰχθύσιν ὡς ἂν δεχομένοις τὸ ὕδωρ ἐξ ἀνάγκης διὰ τὸ ἐν τῷ ὑγρῷ ἔχειν τὸν βίον. ἐν ἅπασι τοῦτο δι' αὐτοῦ, καὶ μὴ ἐμποδίζηται ὁ ἀὴρ ἐν τῇ εἰσόδῳ τῆς ἀναπνοῆς, οὐχ ἕνεκα καταψύξεως· ὀλιγόθερμα γάρ εἰσι. καρκίνοι καὶ κάραβοι διὰ τῶν ἐπιπτυγμάτων ἀφιᾶσι τὸ ὕδωρ, σηπίαι καὶ πολύποδες διὰ τοῦ κοίλου τῆς κεφαλῆς. τὰ φυτὰ ἐκ πλείονος <γῆς> γέγονε, τὰ ἔνυδρα ἐξ ὕδατος, πτηνὰ ἐξ ἀέρος, πεζὰ ἐκ πυρός. Ἐμπεδοκλῆς τὰ ἔνυδρα πῦρ φησιν ἔχειν πολύ, ὅθεν καὶ ἐν ψυχρῷ φεύγει, οὐ καλῶς· τῶν γὰρ ἕξεων <τοῖς> τὰς ὑπερβολὰς ἔχουσιν οἱ ἐναντίοι ἁρμόττουσιν τόποι καὶ ὧραι, ἡ δὲ φύσις ἐν τοῖς ἰδίοις σῴζεται τόποις. [....] ὕλη καὶ ἕξις καὶ διάθεσις. αἱ μὲν οὖν φύσεις ὕδατι ψυχραί, τῇ γῇ ξηραί, ἀέρι θερμαί· ἕξεις αἱ μὲν ὑπερβάλλουσαι θερμότητι ἐν ψυχρῷ, αἱ δὲ τῇ ψυχρότητι ἐν θερμῷ τιθέμεναι σῴζονται μᾶλλον. κοινὰς ὥρας καλεῖ Ἀριστοτέλης τὰς τέσσαρας διὰ τὸ ἐνδέχεσθαι ἰδιαζούσας καταστάσεις γίνεσθαι ἐναντίας τῆς καθόλου ὥρας, οἷον θερινὴν ἐν χειμῶνι καὶ ἀνάπαλιν. ὅσα ἐναιμότατον ἔχουσι τὸν πνεύμονα, ταχείας δέονται τῆς καταψύξεως. τὰ καρδίαν ἔχοντα, πνεύμονα δὲ μή, οἱ ἰχθύες, διὰ τὸ ἔνυδρα γοῦν εἶναι, τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν. ᾗ νεύουσι τὰς κεφαλὰς τὰ ζῷα, ἐκεῖ τὸ ὀξὺ ἡ καρδία ἔχει, τοῖς ἰχθύσι πρὸς τὸ στόμα καὶ τοῖς πεζοῖς. θάνατος ὁ μὲν βίαιος ἔξωθεν, ὁ δὲ κατὰ φύσιν ἐν αὐτῷ. τῶν φυτῶν αὔανσις, τοῖς ζῴοις γῆρας. <***> ἔκλειψις τοῦ θερμοῦ, τοῖς δὲ τελείοις ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή, ἐν ᾧ τό τε ἄνω καὶ κάτω συνάπτει, τοῖς φυτοῖς μέσον βλαστοῦ καὶ ῥίζης, τοῖς ἐναίμοις ἡ καρδία, τοῖς ἀναίμοις τὸ ἀνάλογον. τῶν ἐναίμων ὅσα μὴ σωματικῶς πολὺν χρόνον ζῶσιν ἐξῃρημένης τῆς καρδίας, οἷον αἱ χελῶναι. εἰ πάθος τι συμβαίνει τοῖς βραγχίοις ἢ τῷ πνεύματι, ἀπόλλυται τὸ ὑποκείμενον· καταμαραῖνον γὰρ