θεωρητικὸς πρὸς τὸν πρακτικόν. ἀναλογεῖ δὲ ὁ θεωρητικὸς ὄψει διακριτικῇ εἰδῶν, ὁ δὲ πρακτικὸς ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη, ἀλλὰ καὶ σφετεριζομένῃ τὸ ἡδύ, καὶ οὐ μόνον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ τὸ ἀληθὲς καὶ τὸ κακόν. ∆ιαφορὰ νοῦ πρὸς αἴσθησιν, ἐπεὶ ταύτῃ πολλάκις ἐν τῇ τοῦ θεωρητικοῦ πρὸς τὸν πρακτικὸν διακρίσει συνεχρήσατο. ἔτι ἡ αἴσθησις ἡ ἰδικὴ οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν, ἡ κοινὴ καὶ τὰ ἐναντία, τὸ λευκὸν καὶ γλυκύ. τὴν 69 νοερὰν γνῶσιν Πλάτων προσεκτικὴν ἔλεγε, τὴν νοερὰν πρᾶξιν συνειδός. ἐν ταῖς πέντε αἰσθήσεσιν ἄλλη τις ἡ κοινή, ἐπὶ δὲ τῶν νοητῶν <οὐκ> ἄλλο τὸ γινῶσκον παρὰ τὰ τρία {ἀλλ' ἕτερον}· ὁ γὰρ νοῦς, μέρος ὢν δόξης διανοίας καὶ νοῦ, αὐτὸς οἶδε διαφορὰν νοητῶν πρὸς τὰ διανοητὰ καὶ τούτων πρὸς τὰ δοξαστά. Ὁ θεωρητικὸς νοῦς οὐ περὶ σύνθετον καταγίνεται, ἀλλ' ἡ διάνοια. Τὸ νοητὸν τριττόν· τὸ ἔνυλον ὡς τὰ φυσικά, τὸ ἄυλον ὡς τὰ θεῖα, καὶ τὸ μέσον ὡς τὰ μαθηματικὰ ἔξω ὕλης. Ἐν τῷ ὁρᾶν ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην, αὕτη τὸ πνεῦμα, τοῦτο τὴν δύναμιν τὴν ἐν τῷ κρυσταλλοειδεῖ, καὶ οὕτω διεγείρεται καὶ ὁρᾷ. «Οὐ δύναται» φησὶ Πλάτων «ὁ νοῦς ἐν γενέσει ὢν οὐρανοπολίτης εἶναι καὶ καταφρονεῖν τοῦ σώματος.» Ἀριστοτέλης· εἰ τὸ νοοῦν ὅμοιον δεῖ εἶναι τῷ γινωσκομένῳ, νοῦς δὲ νοεῖ τὰ ἄυλα, ὅμοιος ἂν εἴη τούτοις ὁ σὸς νοῦς ἐν σώματι ὤν. πῶς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ σου ἐζήτησας τὰ πάντῃ ἄυλα; εἰ ὁ νοῦς οὐδέποτε εἰ μὴ μετὰ φαντασίας ἐνεργεῖ, αὕτη δὲ περὶ τὰ ἔνυλα, πῶς νοῦς νοήσει τὰ θεῖα; ἀλλὰ περὶ τὰ μερικὰ νοεῖ μετὰ φαντασίας, οὐ περὶ τὰ καθόλου. τούτῳ {εἰ} διαφέρει φάντασμα καὶ νόημα, ὅτι τὸ μέν ἐστιν ἔνυλον, τὸ δὲ ἄυλον. ταὐτόν ἐστι νοῦς καὶ φαντασία. εἰ οὖν ἡ φαντασία ἀληθεύει καὶ ψεύδεται καὶ ὁ νοῦς, πῶς γνωρίσει τοίνυν τὰ θεῖα; οὐ ταὐτόν ἐστιν. ὁ νοῦς τὰς οὐσίας οἶδεν, ἡ δὲ φαντασία ἅπερ καὶ ἡ αἴσθησις ἡ ἀτυχὴς οὐσίας. Τέτταρά τινά εἰσι καὶ οὐ πλείω. πάντα τὰ ὄντα δυνάμει αἰσθητά, ἐνεργείᾳ αἰσθητά, δυνάμει ἐπιστητά, ἐνεργείᾳ ἐπιστητά, ὧν καὶ τὰς τέτταρας ἐνεργείας ἔχει ἡ ψυχή. Πλάτων τὴν καθόλου ψυχὴν διαιρεῖ ὡς ὅλον εἰς μέρη, ἤγουν φυτικήν, ἄλογον, λογικήν, τὰς κατὰ μέρος ὡς οὐσίαν εἰς δυνάμεις. λέγει Ἀριστοτέλης· «πῶς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λέγεται τῆς ἀλόγου ψυχῆς;» ὡς σὺ τῆς λογικῆς τὸν νοῦν. ὁ λόγος κρατῶν ποιεῖ ἀριστοκρατίαν καὶ βασιλείαν, θυμὸς δημοκρατίαν, ἐπιθυμία κατὰ μὲν τὸ φιλοχρήματον ὀλιγαρχίαν, κατὰ δὲ τὸ φιλήδονον ἐννόμως δημοκρατίαν, ἀνόμως τυραννίδα. 70 Οὐ πᾶσι τοῖς μορίοις ὑπάρχει ἡ ψυχή, κατὰ δὲ τὸ ἐπιτήδειον μόριον φαίνεται λόγος, θυμὸς καὶ ἐπιθυμία. Ὁ νοῦς ἐν γενέσει ὢν πῶς γινώσκει τὰ ἄυλα; ὅτε οὐ κέχρηται ὀργάνῳ τῷ σώματι, ἀλλὰ πάντων ἐστὶν ἀμιγής. Εἰ τὸ νοητὸν καὶ αἰσθητὸν τῶν πρός τι, λοιπὸν καὶ πάντα τὰ ὄντα. κατὰ λόγον μὲν πρός τι, κατὰ δὲ τὴν ὕπαρξιν οὔ. τὸ λευκὸν καὶ τὸ μέλαν ὡς ἐναντία τῶν πρός τι, ἀλλὰ καὶ αὐθύπαρκτα. Ἀριστοτέλης βούλεται τὰς τρεῖς ψυχὰς καὶ μὴ ἓν εἶναι, καὶ οὐχ ἓν κυρίως· τὰ τρία γὰρ ταῦτα μίαν ἐμψυχίαν ποιεῖ. τὰ λογικὰ κινεῖ νοῦς, τὰ δὲ ἄλογα φαντασία, ὡς κρείττονα μέρη ψυχῆς λογικῆς καὶ τῆς ἀλόγου. Σωκράτης ἐν τῇ ἐπὶ ∆ηλίῳ μάχῃ νυχθήμερον στὰς οὐκ ᾔσθετο διὰ τὸ ἐννοεῖν τι, καὶ Θαλῆς ἔπεσεν εἰς φρέαρ. Τὸ κατὰ τόπον κινούμενον διττόν· ἢ πορευτικὸν καὶ καθόλου, ἢ ἐν μέρει. ὁ κατὰ τὴν ὁλότητα οὐδόλως τόπον ἀμείβει. ἡ ἀναπνοὴ φυσικὴ δοκεῖ εἶναι ὡς μὴ δουλεύουσα προαιρέσει, καὶ ψυχικὴ ὡς ὑπὸ μυῶν γινομένη. Ὅτι ἡ θρεπτικὴ δύναμις οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν, δῆλον· τέλος τῆς θρεπτικῆς τὸ τρέφειν, τῆς κινήσεως ἐν τῇ σπουδῇ μὲν λόγος, ἐν τοῖς ἀφροδισίοις πάθος, ὥστε οὐ ταὐτό. ἐν τῇ κινήσει προηγεῖται φαντασία καὶ ὄρεξις, ἐν τῇ θρεπτικῇ οὐδέν. εἰ ταὐτὸν ἦσαν, ἔδει τὰ φυτὰ κινεῖσθαι. εἰ ταὐτὸν ἦν, ἔδει καὶ τὰ φυτὰ πορευτικὰ ἔχειν