μοι τὸν Μακεδόνα, ἐπὶ δεξιὰ τὸ δόρυ, βάδην <ὁ> ἡμιλοχίτης, ὁ λοχαγὸς ἐπικάμφθητι." καὶ καινὸν οὐδὲν οὐδὲ ἄπιστον· ὁ γὰρ ἅπαξ παρεμβεβληκὼς καὶ σατραπεύειν ἑλόμενος χρήσαιτ' ἂν καὶ τοῖς τῆς σατραπείας συμβόλοις. οὐκ ἔστιν οὖν αὐτῷ μερὶς πρὸς θεὸν ἀνθ' ἱερατείας σατραπεύειν ἢ βασιλεύειν ἑλομένῳ. Ταῦτα δὴ τὰ πρῶτα τολμήσας οὐδὲ τῶν ἐφεξῆς ἐκείνοις ἐφείσατο, ἀλλὰ τὴν πόλιν πᾶσαν ἐδόνησε. γέγονε τοῖς ἐποίκοις ἀντὶ κεραυνῶν, ἀντὶ ἐμπρησμῶν, ἀντὶ συστροφῶν. ἐπῆλθεν αὐτοῖς ἀθρόον ὡσπερεὶ καταιγίς, κατέφαγεν ὡς ἀκρίς, ὡς βροῦχος διελυμήνατο. ὡς πνεῦμα ἐπέσεισεν, ὡς κῦμα ἐπέκλυσεν· αὐτὴν τὴν εὐδαίμονα πόλιν καθύβρισεν. ἀφείλετο αὐτῆς τὴν εὐπρέπειαν, τὸ τοῦ κάλλους διάδημα· ἠμαύρωσεν αὐτῇ τὴν τῶν οἰκημάτων μορφήν, πεποίηκεν ὡς τὸ ἀπ' ἀρχῆς, πεπολέμηκεν ἄντικρυς πρὸς τὴν εἰδοποιὸν αὐτῆς χεῖρα, πρὸς τὸν πολιοῦχον αὐτὸν ἀντετάξατο. στάσεως τραυματίας τοὺς οἰκήτορας αὐτῆς ἀπειργάσατο. καὶ οὕτως ἡμᾶς τροπωσάμενος καὶ τὸ ἀριστερὸν κέρας καταδραμὼν καὶ μὴ φεισάμενος ἄχρι τοῦ χάρακος ἐπὶ τὸ δεξιὸν τοῦ κυρίου ἐτράπετο καὶ καθῄρηκεν αὐτοῦ τὸ ἁγίασμα. τοὺς πρώτους αὐτοῦ τῶν ἀποστόλων ἐξύβρισε· τὸν ἐκ τῆς ἐρήμου Πρόδρομον-μικροῦ γάρ με καὶ τοῦτο διέλαθε-τοῖς κορυφαίοις συγκατειργάσατο· ἐφθόνησεν αὐτῷ τῆς ζώνης, ἐβάσκηνε τῶν καμηλείων τριχῶν, οὐδὲ τὸν μελισσῶνα τούτῳ ἀφῆκεν οὐδὲ τοὺς ἀγρίους κηφῆνας, ἵν' αὐτῷ τὴν τροφὴν συνεργάσωνται, ἀλλ' εἴ πού τις θάμνος ἢ πέτρα κοίλη, ἐφ' ἣν εἰσδεδυκὼς ἀνεπαύετο, ταύτην τε μετεκύλισε κἀκείνην ἐξέτεμε. πάλιν Ἡρωδιὰς καὶ ὄρχησις καὶ συμπόσιον καὶ ἡ γενεσίων πανήγυρις καὶ ἡ καινὴ ἀντίδοσις τῆς ὀρχήσεως, ἡ τοῦ νεὼ ἐκείνου κατάλυσις· οὐ γὰρ ἐνῆν αὖθις δειροτομεῖν. καὶ μή με οἰήσεσθε ἀγνοεῖν, ὡς οὐ δύο ἢ τρεῖς τῶν θείων ναῶν, ἀλλὰ πολλοὺς καὶ πολλαχοῦ γῆς ἱδρυμένους ἀναρπάστους πεποίηκεν. ἀλλ' οὐ βούλομαι τὴν πᾶσαν αὐτῷ ἐφεῖναι ἡνίαν τοῦ λόγου· περιέπω γὰρ τὸ μέλος, εἰ καὶ νενόσηκεν· οἰκτείρω, εἰ καὶ ἠλλοτρίωται. διὰ ταῦτα ἐπέχω τὴν γλῶτταν καὶ οὐ πάνυ τι τῷ ῥεύματι ἐφίημι κατ' αὐτοῦ. Ἀλλ' ἐπεί μοι ὁ περὶ τῆς ἀδιαφορίας ἔτι λείπεται λόγος, καὶ τοῦτο δὴ τὸ μέρος συνεξετάσας ὑμῖν τὴν κατηγορίαν ἐπισφραγίσομαι, οὐχ ὡς ἐγκλήματα τούτῳ ἐπάγων τὰ ῥηθήσεσθαι μέλλοντα, εἰ καὶ τὰ πλείω τοιαύτην εἴληχε δύναμιν, ἀλλ' ἵν' ἐπιδείξαιμι τοῦτον καὶ ἀπὸ ἠθῶν καὶ ἀπὸ τῶν λόγων καὶ ἀπὸ τῶν τρόπων ἔκ τε τῆς ἄλλης αὐτῷ τοῦ βίου κατασκευῆς βάναυσόν τινα καὶ χειρώνακτα, μᾶλλον δὲ βωμολόχων καὶ εὐτραπέλων ἀνδρῶν οὐδὲν διαφέροντα καὶ πρὸς ἀρχιερωσύνης ἀξίωμα τοσοῦτον ἀφεστηκότα ἢ ἀντικείμενον, ὅσον πρὸς τὴν ἀρετὴν ἡ κακία. τοῦτο γοῦν ἴσμεν ἅπαντες, ὡς, ὅπερ ὁ νοῦς πρὸς ψυχὴν ἢ ψυχὴ πρὸς σῶμα ἢ θεὸς πρὸς ἀμφότερα, τοῦτο δὴ καὶ ἀρχιερεὺς πρὸς τὸν πολὺν ἄνθρωπον. καὶ ὥσπερ ὁ νοῦς-λέγω δὲ οὐ τὴν νοερὰν ἔλλαμψιν οὐδὲ τοῦτον δὴ τὸν θυραῖον, ὃν δὴ καὶ ἡ φιλοσοφία συνουσιοῖ τῇ ψυχῇ, ἀλλὰ τὸν ὅθεν οὗτος, τὸν οὐσιώδη τε καὶ ἀπόλυτον- ὥσπερ οὖν ἐκεῖνος ἀφέστηκέ τε ὁμοῦ τῆς ψυχῆς καὶ πάρεστιν ἀΰλως καὶ νοερῶς καὶ κοσμεῖ ταύτην καὶ πρὸς αὐτὸν ἐπιστραφεῖσαν πρὸς τὸν ἐπέκεινα νοῦν ἀνάγει, μᾶλλον δὲ πρὸς τὸν θεόν, οὕτω δεῖ καὶ τὸν λειτουργεῖν τεταγμένον ὑπερανεστηκέναι τε τῶν ἄλλων τῷ κύκλῳ τῶν ἀρετῶν καὶ κοσμεῖν ἐκείνους καὶ ἐπιστρέφειν πρὸς ἑαυτὸν καὶ δι' ἑαυτοῦ μέσου πρὸς τὸν λόγον ἀναβιβάζειν καὶ πειρᾶσθαι θεῷ συνιστᾶν τοὺς τοσοῦτον διεστηκότας καὶ παράδειγμα τοῖς ἄλλοις ἑστάναι, οὐ τῆς περὶ τὰς πράξεις μόνον ἀκριβείας, ἀλλὰ καὶ τοῦ λέγειν καὶ τοῦ κινεῖσθαι καὶ εἴ τι ἄλλο περὶ ἡμᾶς ἢ καθ' ἡμᾶς πέφυκε. καὶ οὐδὲ τοῦτό φημι οὐδὲ οἷον καταναγκάζω τὸν τετιμημένον τῷ ἀξιώματι ὑπεράλλεσθαι πάντῃ τὴν φύσιν καὶ καθάπαξ ἑαυτὸν ἀγονοῆσαι καὶ οἷόν τινα νοερὰ φύσιν ἄθελκτον εἶναι πρὸς ἅπαντας καὶ ἀμείλικτον. βούλομαι μὲν γὰρ τοῦτο παντὶ