προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα.] 130 [∆ιὰ τοῦτο ἂν ἔμιξεν ἡμῖν .... καὶ τοῖς δαίμοσι γινόμενοι.] 131 Προσαίτης ἦν δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν. † τοιού τους δ' ἂν εὕροις τοὺς ἀπὸ Ἑλλήνων καὶ βαρβάρων τῶν ὠφέλειαν καὶ τὸ πορισμὸν τῆς Χριστοῦ ἀληθείας καὶ τῶν πλουσίων θεωρημά των αὐτοῦ τὴν γνῶσιν προσαιτοῦντας. οὐ μόνον δὲ ὁ Ἰησοῦς ἀπήλ λαξεν αὐτὸν ἀπὸ τῆς τυφλότητος ἀλλὰ καὶ ἀπὸ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τοῦ βλέπειν καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. καὶ ἐνταῦθα μὲν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης. 132 Εἰ ὁ μὴ τηρῶν τὸ σάββατον οὔκ ἐστιν ἀπὸ θεοῦ, οὐδὲ ἱερεῖς ὑμῶν οἱ τὸ σάββατον διὰ τῆς περιτομῆς βεβηλοῦντες εἰσὶν ἀπὸ τοῦ θεοῦ. 133 Ἀξιόπιστον αὐτὸν ποιήσαντες οὕτω παρεστήσαντο πρὸς τὸ διεψεῦσθαι. ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· οὐ μικροῦ παιδίου ἠνέῳξεν ἀλλὰ τελείαν ἡλικίαν ἔχοντος, ἵνα καὶ βλέπῃ καὶ ὡς ἀνὴρ ἀπολογήσηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί. 134 Τὸ «Οὐκ ἠκούσατε» ἀντὶ τοῦ Οὐκ ἠθελήσατε παραδέξασθαι τὸ λεγόμενον. τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ Εἰ μὴ παραδέχεσθε τὰ εἰρημένα. τί πάλιν αὐτὰ ἀπαγγέλλεσθαι μάτην ὑμῖν θέλετε; 135 Εἰ ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, πῶς ἐδίδασκεν ὁ χριστὸς λέγων τοὺς ἁμαρτωλοὺς προσεύχεσθαι· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὠφειλέταις ἡμῶν». τούτων ἀκούει ὁ θεὸς τῶν ἐπὶ μετάνοιαν νευόντων, εἰ καὶ μήπω ἐπαύσαντο ἁμαρτάνοντες, καὶ εἰ μὴ ἤκουσεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ πορνῶν ἤσθιεν καὶ ἔπινεν· ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν' ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ οὐκ ἀκούει. 136 Εἰ πρότερον ἐβάστασαν, καὶ πάλιν ἐβάστασαν. οἶμαι δὲ ὅτι καὶ ὁ κακολογῶν τινα λίθους ἐπ' αὐτὸν βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον καὶ σχίσμα δι' αὐτὸν ἐν τοῖς Ἰουδαίοις ἐγίνετο. πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων λόγων οὗτοι βαστάσαντες ὡς λίθους ἐπ' αὐτὸν ἔβαλλον. διὰ τοῦτό φησιν ἡ Σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ βάλλει»· ὁ δὲ ψαλμῳδός· «Ἡ ἀδικία αὐτοῦ ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ καταβήσεται», ὁ δὲ ἄδικος εἰς ὕψος λαλῶν εἰς ὕψος βάλλει. 137 Ὥσπερ εἰς δώδεκα ὥρας διαιρεῖται ἡ ἡμέρα, κατὰ τοῦτο καὶ οἱ δώ- δεκα πατριάρχαι καὶ ὁ χορὸς τῶν ἀποστόλων ἰσάριθμοι τῶν ὡρῶν τῆς ἡμέρας, ἔχοντες ἥλιον τὸν χριστὸν καὶ θεὸν ἡμῶν, ὅστις καὶ νοητή ἐστιν ἡμέρα, ἐξ οὗ οἱ λόγοι καὶ ὁ τῆς γνώσεως τούτων φωτισμός. 138 Καὶ πάλιν ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς πολλάκις εἴρηται. νῦν δὲ ἐκύρωσαν τὴν γνώμην καὶ † ὡς ἔργον τῷ πράγματι κέχρηνται. πάλιν δὲ ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς ταῦτα ποιεῖ. τὴν δὲ αἰτίαν εἶπεν, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ, καὶ νῦν ἐπὶ τῆς ἐρήμου διατρίβει ἐν πόλει λεγομένῃ Ἐφραίμ. καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος ἀπωλείας. 139 Ὁ ἑπόμενος αὐτῷ διακονεῖ αὐτῷ, οὕτως δὲ διάκονος αὐτοῦ ἐστι. καὶ διὰ τοῦτο ὅπου ἐστὶν ὁ λόγος, κἀκεῖ καὶ αὐτός ἐστιν. οὐ σωματικῶς <δὲ> οὐδὲ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον. εἰ δὲ καὶ τόπον σωματικῶς τις ὑπολάβοι, καὶ οὗτος οὐκ ἂν ἁμάρτοι. ἐν γὰρ τοῖς καθαρω- τάτοις τοῦ αἰθέρος καὶ λεπτότητι φωτὸς διαυγεστέροις τοὺς διαφέροντας τῇ λαμπρότητι ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει χωρίοις γίνεσθαι ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχολὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. 140 [Ὅτι] Τὸ «Ἓν» πολλαχῶς λέγεται καὶ καθ' ὁμοιότητα καὶ καθ' ἕτερα πολλά· καὶ κατὰ μὲν συμφωνίαν, ὅταν εἴπῃ ὅτι «Τὸ πλῆθος «τῶν πιστευσάντων ἦν ἡ καρδία μία καὶ ἡ ψυχὴ μία», καθ' ὁμοιότητα δέ, ὡς ὅταν λέγῃ· «Καὶ γὰρ ἡμεῖς πάντες ἐν ἑνὶ πνεύματι εἰς ἓν «σῶμα ἐβαπτίσθημεν» καθ' ὁμοιότητα τῆς φύσεως· καὶ ὡς τὸν Ἀδὰμ ἀρχὴν καὶ κεφαλὴν ἔχοντες κατὰ φύσιν ἡμῶν γεννήσεως ἓν σῶμα λεγόμεθα οἱ πάντες ἔχειν, οὕτως καὶ τὸν χριστὸν κεφαλὴν ἐπιγραφόμεθα διὰ τῆς θείας ἀναγεννήσεως ἥτις γέγονε τύπος ἡμῖν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ὃς πρωτότοκος ἐκ