ἐποφθαλμήσας, τὴν ἴσην ἔδωκε δίκην. ὁ δ' Ἡρακλειανὸς μιμησάμενος τούτους καὶ πλέον τῷ τῆς τύχης γέλῳ ἐπιβάς, εὐκλεεστέραν ἔσχεν τὴν καταστροφήν, τῆς θείας ἐμφανῶς ἐπικηρυττούσης .... οὐδὲ ἀκόσμητον ἐᾷ, οὐδὲ χαίρει τοῖς τυραννοῦσιν, ἀλλ' οἷς ὁ κατὰ θεσμὸν βασιλεὺς ἁρμόζει, τούτῳ καὶ αὐτὴ συμπαρατάττεται. 12.7 Ὅτι, τελευτήσαντος Ἀρκαδίου, διάδοχος τῆς ἑῴας ἀρχῆς κομιδῇ νέος ὢν Θεοδόσιος ὁ παῖς ἀναδείκνυται. συνῆν δ' αὐτῷ καὶ Πουλχερία ἡ ἀδελφὴ τὰς βασιλικὰς σημειώσεις ὑπηρετουμένη καὶ διευθύνουσα. 12.8 Ὅτι, Θεοδοσίου τῆς τῶν μειρακίων ἡλικίας ἐπιβεβηκότος, καὶ τοῦ μηνὸς Ἰουλίου εἰς ἐννέα ἐπὶ δεκάτῃ διαβαίνοντος, περὶ ὀγδόην τῆς ἡμέρας ὥραν ὁ ἥλιος οὕτως βαθέως ἐκλείπει, ὡς καὶ ἀστέρας ἀναλάμψαι· καὶ αὐχμὸς οὕτω τῷ πάθει συνείπετο, ὡς πολλῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἀσυνήθη φθορὰν πανταχοῦ φέρεσθαι. Ἐκλείποντι δὲ τῷ ἡλίῳ φέγγος τι κατὰ τὸν οὐρανὸν συνανεφάνη, κώνου σχῆμα παραδυόμενον, ὅ τινες ἐξ ἀμαθίας ἀστέρα κομήτην ἐκάλουν. καὶ γὰρ ὧν ἐκεῖνος ἐδείκνυ οὐδὲν ἦν κομήτου παράσημον· οὔτε γὰρ τὸ φέγγος εἰς κόμην ἀπέβαινεν οὔτε ἀστέρι ὅλως ἐῴκει, ἀλλ' οἷον λύχνου τις μεγάλη φλὸξ ὑπῆρχεν καθ' ἑαυτὴν ὁρωμένη, μηδενὸς ἀστέρος θρυαλλίδος αὐτῷ τινος μορφὴν ὑποτρέχοντος· ἀλλὰ γὰρ καὶ τῇ κινήσει παρήλλαττεν. καὶ γὰρ κινηθεὶς ὅθεν ὁ ἥλιος κατὰ ἰσημερίαν ἀνίσχει, ἐκεῖθεν τὸν κατὰ τῆς οὐρᾶς ἄρκτου τεταγμένον ἔσχατον ἀστέρα ὑπερενεγκὼν ἠρέμα προὔβαινεν πορευόμενος ἐπὶ δυσμάς. ἐπεὶ δὲ διεμέτρει τὸν οὐρανόν, ἀφανὴς ἦν, πλείους τεσσάρων μηνῶν ἐξανυσθείσης αὐτῷ τῆς πορείας. ἡ δὲ κορυφὴ τοῦ φέγγους νῦν μὲν εἰς μῆκος μέγα ὠξύνετο ὡς ἐκβαίνειν τοὺς τοῦ κώνου λόγους, νῦν δὲ πρὸς τὸ ἐκείνου μέτρον συνεστέλλετο. καὶ ἄλλα δὲ παρεῖχεν τερατώδη θεάματα δι' ὧν τῆς τῶν συνήθων φασμάτων ἐξηλλάττετο φύσεως. ἤρξατο δὲ ἀπὸ μέσου θέρους σχεδόν τι μέχρι τῆς τοῦ μετοπώρου τελευτῆς. Γέγονεν δὲ ἄρα καὶ τοῦτο τὸ σημεῖον πολέμων μεγάλων καὶ φθορᾶς ἀνθρώπων οὐ ῥητῆς. τῷ δὲ ἑξῆς ἔτει ἤρξαντο σεισμοὶ οὐ ῥᾴους ὄντες τοῖς προλαβοῦσι παραβαλεῖν, τοῖς δὲ σεισμοῖς καὶ πῦρ οὐρανόθεν συγκαταρρηγνύμενον πάσας ἐλπίδας σωτηρίας περιέκοπτεν· πλήν γε φθορὰν ἀνθρώπων οὐκ ἐνειργάσατο, ἀλλ' ἡ θεία εὐμένεια πνεῦμα σφοδρὸν καθιεῖσα καὶ τὸ πῦρ πανταχόθεν περιελάσασα κατὰ τῆς θαλάσσης ἀπέρριψεν. καὶ ἦν ἰδεῖν ξένην θέαν, τῶν κυμάτων ἐπὶ πλεῖστον ὥσπερ τινῶν λασίων χωρίων τῷ πυρὶ καταφλεγομένων, ἄχρι τελείως τὸ φλέγον ἐναπέσβη τῷ πελάγει. 12.9 Ὅτι κατὰ πολλοὺς τόπους τῶν σεισμῶν γενομένων ὤφθησαν ὀροφαὶ οἰκιῶν ἀπ' ἀλλήλων μετὰ μεγάλων πατάγων καὶ ἀραγμῶν διαστᾶσαι, ὡς καὶ τοὺς ἔνδον παρατυχόντας καθαρῶς τῇ ὄψει τὸν οὐρανὸν ὑποβάλλειν· καὶ μετὰ τὴν τοσαύτην διάστασιν οὕτως πάλιν ἁρμοσθεῖσαί τε καὶ συναφθεῖσαι, ὡς μηδεμίαν αἴσθησιν τοῦ νεωτερισθέντος μηδενὶ παρασχεῖν. τὸ αὐτὸ δὲ τοῦτο πάθος καὶ περὶ τὰ ἐδάφη πολλαχοῦ συνηνέχθη. καὶ γὰρ σιτοβολῶνες τοὺς κάτωθεν οἰκοῦντας ἀπέπνιξαν, τὸν σῖτον αὐτοῖς ἀθρόον ἐπιχεάμενοι διὰ τῶν πάτων· καὶ πάλιν οὕτως παρέσχον τὸ ἔδαφος ἡρμοσμένον, ὡς ἐξαπορεῖν ἅπαντας πόθεν ὁ φονεὺς ἐπερρύη σῖτος. Καὶ ἄλλα δὲ τοιουτότροπα πάθη τηνικαῦτα ἐνεοχμώθη, δεικνύντα μὴ φυσικῇ τινι ταῦτα προελθεῖν ἀκολουθίᾳ, ὡς Ἑλλήνων παῖδες ληροῦσιν, ἀλλὰ θείας ἀγανακτήσεως μάστιγας ἐπαφεθῆναι. 12.10 Ὅτι διαφόροις ἐπιχειρήμασι κατασκευάζειν πειρᾶται τοὺς σεισμοὺς μήτε διὰ πλημμύραν ὑδάτων συνίστασθαι μήτε πνευμάτων ἐναπολαμβανομένων τοῖς κόλποις τῆς γῆς, ἀλλὰ μηδὲ γῆς τινος ὅλως παρεγκλίσει, μόνῃ δὲ τῇ θείᾳ γνώμῃ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν τῶν ἁμαρτανομένων. καὶ ταῦτά φησιν ἰσχυριζόμενον λέγειν, διότι τὰ τηλικαῦτα πάθη μὴ δύναται μηδέτερον τῶν εἰρημένων στοιχείων κατὰ φυσικὴν ἀποτελεῖν δύναμιν. ἐπεὶ θεοῦ γε βουληθέντος καὶ ψεκὰς ἂν ἡ σμικροτάτη προσπεσοῦσα καὶ νιφὰς ἡ κουφοτάτη τὸν Ὄλυμπον τῆς Μακεδονίας ἤ τι ἄλλο τῶν μεγίστων ὀρῶν κινήσειεν ἂν ῥᾳδίως. ἐπεὶ καὶ φαίνεται