Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χειρίζοντα. μακάριος οὖν ὁ οὕτω καὶ διὰ ταῦτα τὴν ἐξουσίαν τιμῶν καὶ ὑποτασσόμενος, ὥσπερ ἄθλιος ὁ διὰ ταῦτα μὴ ὑποκείμενος. καὶ διπλοῦν γὰρ ἀποφέρεται κρίμα· πρῶτον ἐκ τοῦ θεοῦ, ὅτι τὴν ὑπ' αὐτοῦ τεταγμένην καὶ ὁρισθεῖσαν ἀρχὴν ἐξουθενεῖ, δεύτερον καὶ ἐκ τῶν ἠτιμασμένων ἀρχόντων. ὅρα δὲ καὶ τὸ κέρδος τῶν ἀρχόντων· κωλύουσι τοὺς φαύλους, προτρέπονται τοὺς σπουδαίους δι' ὧν αὐτοὺς τιμῶσι καὶ ἐπαινοῦσιν εἰς ἀρετήν. χρὴ οὖν αὐτοὺς ἀποδέχεσθαι καὶ διὰ τοῦτο, καὶ ὅτι θεοῦ διάκονοί εἰσι, τῷ αὐτοῦ θελήματι ὑπηρετούμενοι. καὶ τρίτον, ὅτι τὰ ἴδια λιπόντες ὑπὲρ τῶν κοινῶν φροντίζουσι, τῇ τῶν πλησίον ὠφελείᾳ προσκαρτεροῦντες καὶ πρὸ τῆς ἰδίας ἀνέσεως τὸν ὑπὲρ ἐκείνων πόνον ἀποδεχόμενοι. τίς τούτοις, εἰ καὶ μήτις φόβος ἐπέκειτο, ἐξ αὐτῆς τοῦ συνειδότος τῆς κρίσεως οὐκ ἂν ἀγάσαιτο, καὶ ἐν πατέρων θήσῃ καὶ προστατῶν λόγῳ. μακάριοί εἰσιν, οἱ τοιοῦτοι ἄρχοντες. Καὶ σοί, φησίν, ἐστὶ διάκονος εἰς τὸ ἀγαθόν, τοῦ θεοῦ δηλονότι διάκονος ὑπάρχων. πῶς δέ ἐστι σοὶ διάκονος; κωλύων τοὺς κακοὺς καὶ τὴν ἀπ' αὐτῶν βλάβην σοι ἀφαιρούμενος καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δὲ σοὶ εἰς τὸ ἀγαθόν, καὶ ὅταν σε ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν καὶ προτρεπόμενος ἐπ' ἀρετήν· ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος προτρέπει εἰς αὐτὸ τοῦτο. 534 Rο+m13,5 ∆ιό, φησίν, ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. εἰ γὰρ διάκονός ἐστι θεοῦ, εἰ ἐπαίνους ἕξεις ἐξ αὐτῆς, οὐ μόνον δεῖ διὰ τὴν ἐξ αὐτῆς ὀργὴν ἐγγινομένην τοῖς ἁμαρτάνουσιν ὑποτάσσεσθαι αὐτῇ, ἀλλά γε πολλῷ μᾶλλον προσήκει καὶ ὡς διάκονον θεοῦ καὶ ὡς ἐπαινοῦσαν καὶ ἐπαλείφουσαν ἐπ' ἀρετὴν τιμῆς αὐτὴν ἀξιοῦν· καὶ γὰρ κἂν μηδεὶς ᾖ φόβος, αὐτὴ ἡ συνείδησις εἰς ὑπακοὴν αὐτῆς καὶ ὑποταγὴν προτρέπεται. Ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. διὰ μὲν τὴν ὀργὴν οἱ φαῦλοι καὶ μὴ θέλοντες ὑποτάσσονται, διὰ δὲ τὴν συνείδησιν ὀφείλουσιν οἱ σπουδαῖοι ἑκόντες καὶ σὺν προθυμίᾳ ὑποτάσσεσθαι. Rο+m13,8-10 Πῶς ὁ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν; ἢ αὐτόθεν δῆλον· ἀγαπῶν γὰρ οὐκ ἂν τοῦ ἀγαπωμένου τὸν γάμον διορύξῃ, εἰς αὐτὸ τὸ κεφάλαιον τοῦ βίου ἐπιβουλεύων τὸν φιλούμενον καὶ ζημιῶν, ἀλλ' οὐδὲ μιαιφόνους χεῖρας ὁπλίσῃ κατ' αὐτοῦ· οὐ μὴν οὐδὲ κλέπτειν ἐπιχειρήσῃ, οὐδ' ἄλλως πως εἰς ἐπιθυμίαν τινὸς τῶν αὐτοῦ καταστὰς ἀφαιρήσεται βίᾳ λαβών οὐδὲν γὰρ τούτων ἐστὶ φιλοῦντος · οὐ μὴν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει, οὐδ' ἐπίορκον ὅρκον ὀμόσει. πατέρα δὲ καὶ μητέρα πῶς ὁ τὸν πλησίον φιλῶν οὐ διαφερόντως φιλήσει καὶ τιμήσει; πῶς δ' οὐχὶ τὸ θεῖον οὗτος ὡς ἀληθῶς ἐξ ὅλης αὐτοῦ τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ ἀγαπήσει καὶ δοξολογήσει; ὁ δὲ τούτοις ἑαυτὸν περιφράξας, ποίαν ἄλλην ἀρετὴν ταῖς προαιρημέναις οὐ συναυξήσει καὶ συναπαρτίσει; ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὅλον τὸν νόμον πεπληρωκὼς ἂν εἴη. ἐπειδὴ δὲ τὸ τῆς ἀγάπης ὄνομα εἰώθασιν οἱ ἄνθρωποι καὶ ἐπὶ τῶν ἀναξίων διαθέσεων τῆς κλήσεως ταύτης τιθέναι, ὑπογραφὴν αὐτῆς αὐτὸς ἀποδίδωσιν, ποίαν ἔφησεν ἀγάπην, περιστὰς ἐν αὑτῇ περιέχειν τὸν νόμον καὶ συγκεφαλαιοῦσθαι τῶν ἀρετῶν τὸ πλῆθος· ἡ ἀγάπη γάρ, φησίν, ἣν ἔφην, συνάπτουσα τοὺς πλησίον ἀλλήλοις οὕτως ἑνοποιεῖ ὡς ἑκάτερον οὐχ ἕτερον ἡγεῖσθαι τὸν συναφθέντα, ἀλλὰ νομίζειν ἄλλον αὐτὸν εἶναι ἐκεῖνον. ἐξ οὗ δηλονότι οὐδὲν ἑκάτερος τῷ πλησίον ἐργάζεται κακόν. εἶτα ἐπαναληπτικὸν συμπέρασμα· πλήρωμα οὖν νόμου ἡ ἀγάπη, ἀντὶ τοῦ ἀληθῶς ἄρα καὶ δικαίως ἔφην, ὅτι ὁ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 535 Rο+m13,11-12 Καὶ τοῦτο εἰδότες τὸν καιρόν. τοῖς ἄνω τοῦτο συνήρτηται καὶ πρὸς ἐκεῖνα ἀποδίδοται, ἐπίτασις μᾶλλον ὂν καὶ προτροπὴν ἐμφαῖνον τῶν εἰρημένων. ποίοις δὲ ἄνω; πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, καὶ ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, καὶ μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. ταῦτα οὖν, φησί, ποιεῖτε διά τε τὰ προειρημένα