συγγενέσ τερα, τῷ ποσῷ συνεσταλμένα, τῇ δυνάμει τὰ μετ' αὐτὰ ὑπεραίρει· καὶ τὰ τοῦ ἑνὸς πορρώτερον ἔμπαλιν. δύναμιν οὖν οἱ ἀνωτέρω προστησάμενοι μείζονα, πλῆθος δὲ ἔλαττον, δι' ἐλαττόνων κατὰ τὸ ποσὸν εἰδῶν πλείω παράγουσι διὰ τὴν δύνα μιν· οἱ δὲ μετ' ἐκείνους διὰ πλειόνων ἐλάττω κατὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. εἰ οὖν ἐκεῖνοι δι' ἐλαττόνων πλείονα παρ άγουσιν, ὁλικώτερα τὰ ἐν αὐτοῖς εἴδη· καὶ εἰ οἵδε διὰ πλειόνων ἐλάττονα, μερικώτερα τὰ ἐν τούτοις. ἐξ ὧν δὴ συμβαίνει τὰ καθ' ἓν εἶδος ἐκ τῶν ὑπερτέρων ἀπο γεννώμενα κατὰ πλείους ἰδέας ἐκ τῶν δευτέρων διῃρημένως παράγεσθαι, καὶ ἔμπαλιν τὰ διὰ πολλῶν καὶ διακεκριμένων ἰδεῶν ὑπὸ τῶν καταδεεστέρων παραγόμενα δι' ἐλαττόνων καὶ ὁλικωτέρων ὑπὸ τῶν ἀνωτέρω παράγεσθαι· καὶ τὸ μὲν ὅλον καὶ κοινὸν πᾶσι τοῖς μετέχουσιν ἄνωθεν παραγίνεσθαι, τὸ δὲ μεμε ρισμένον καὶ τὸ ἴδιον ἐκ τῶν δευτέρων. ὅθεν οἱ δεύτεροι νόες ταῖς τῶν εἰδῶν μερικωτέραις διακρίσεσιν ἐπιδιαρθροῦσί πως καὶ λεπτουργοῦσι τὰς τῶν πρώτων εἰδοποιΐας. 178 Πᾶν νοερὸν εἶδος ἀϊδίων ἐστὶν ὑποστατικόν. εἰ γὰρ αἰώνιόν ἐστι καὶ ἀκίνητον πᾶν, ἀμεταβλήτων ἐστὶ κατ' οὐσίαν αἴτιον καὶ ἀϊδίων ὑποστάσεων, ἀλλ' οὐ γινομένων καὶ φθειρομένων· ὥστε πᾶν τὸ κατ' εἶδος νοερὸν ὑποστὰν [νοερὸν] ἀΐδιόν ἐστι. καὶ γὰρ εἰ αὐτῷ τῷ εἶναι πάντα τὰ εἴδη παράγει τὰ μετ' αὐτά, τὸ δὲ εἶναι αὐτῶν ἀεὶ ὡσαύτως ἔχει, καὶ τὰ [παραγόμενα] ἀπ' αὐτῶν ὡσαύτως ἕξει καὶ ἀΐδια ἔσται. οὔτε ἄρα τὰ γενητὰ κατά τινα χρόνον ἀπ' αἰτίας ὑφέστηκεν εἰδητικῆς οὔτε τὰ φθαρτά, ᾗ φθαρτά, εἶδος ἔχει νοερὸν προϋπάρχον· ἦν γὰρ ἂν ἄφθαρτα καὶ ἀγένητα, πρὸς ἐκεῖνα τὴν ὑπόστασιν ἔχοντα. 179 Πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται. εἰ γὰρ ἔστι μετ' αὐτὸν ἄλλο πλῆθος κατ' οὐσίαν ὑφειμένον, καὶ οὗτος ἐγγυτέρω τοῦ ἑνός, ἐκεῖνο δὲ πορρώτερον, τὸ δὲ ἐγγυ τέρω τοῦ ἑνὸς ἔλαττον κατὰ τὸ ποσόν, πλεῖον δὲ τὸ πορρώ τερον, καὶ ὁ νοερὸς ἀριθμὸς ἐλάττων ἂν εἴη παντὸς τοῦ μετ' αὐτὸν πλήθους. οὐκ ἄρα ἄπειρός ἐστι· πεπέρασται ἄρα τὸ πλῆθος τῶν νόων. τὸ γὰρ τινὸς ἔλαττον οὐκ ἄπειρον, διότι τὸ ἄπειρον οὐδενὸς ἔλαττον, ᾗ ἄπειρον. 180 Πᾶς νοῦς ὅλος ἐστίν, <οὐχ> ὡς ἐκ μερῶν ὑποστάς [ἕκαστος καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ' αὐτῶν], ἀλλ' ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος, ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῷ, τῶν δὲ μερικῶν ἕκαστος ὡς ἐν μέρει τὸ ὅλον ἔχει, καὶ οὕτως πάντα ἐστὶ μερικῶς. εἰ γὰρ καθ' ἓν πάντα, τὸ δὲ καθ' ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ μερικῶς, τὸ ἄρα ὅλον οὕτως ἐστὶν ἐν ἑκάστῳ τούτων μερικῶς, καθ' ἕν τι τῶν μερικῶν ἐπικρατοῦν ἐν τοῖς πᾶσιν ἀφοριζόμενον. 181 Πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν, ὡς θεῶν ἐξημ μένος, ἢ νοερὸς μόνον. εἰ γὰρ ἔστιν ὁ θεῖος καὶ ἀμέθεκτος νοῦς πρώτως, τούτῳ δήπου συγγενής ἐστιν οὐχ ὁ κατ' ἀμφότερα διαφέρων, καὶ τῷ μὴ εἶναι θεῖος καὶ τῷ μὴ ἀμέθεκτος εἶναι· τὰ γὰρ κατ' ἄμφω ἀνόμοια ἀσύναπτα ἀλλήλοις. δῆλον δὴ οὖν ὅτι τῇ μὲν ὅμοιόν ἐστι τῷ πρώτως ὄντι νῷ τὸ μέσον, τῇ δὲ ἀνόμοιον. ἢ οὖν ἀμέθ εκτόν ἐστι καὶ οὐ θεῖον ἢ μετεχόμενον καὶ θεῖον. ἀλλὰ πᾶν τὸ ἀμέθεκτον θεῖον, ὡς τῷ ἑνὶ τὴν ἀνάλογον τάξιν ἐν τῷ πλήθει λαχόν. ἔσται ἄρα τις νοῦς θεῖος ἅμα καὶ μετεχόμενος. ἀλλὰ μὴν εἶναι δεῖ νοῦν καὶ μὴ μετέχοντα τῶν θείων ἑνάδων, ἀλλὰ νοοῦντα μόνον· καθ' ἑκάστην γὰρ σειρὰν τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερκειμένῃ προσεχῶς τάξει, τὰ δὲ πολλοστὰ ἀπὸ τῆς ἀρχικῆς μονάδος οὐχ οἷά τέ ἐστιν ἐκείνων ἐξῆφθαι. ἔστιν ἄρα καὶ νοῦς θεῖος καὶ νοῦς τις νοερὸς μόνον, ὁ μὲν κατὰ τὴν ἰδιότητα τὴν νοερὰν ἱστάμενος, ἣν ἀπὸ τῆς ἑαυτοῦ μονάδος ἔχει [καὶ τοῦ ἀμεθέκτου]· ὁ δὲ κατὰ τὴν ἕνωσιν, ἣν ἀπὸ τῆς μετεχομένης ἑνάδος ὑπεδέξατο. 182 Πᾶς θεῖος νοῦς μετεχόμενος ὑπὸ ψυχῶν μετέχεται θείων. εἰ γὰρ ἡ μέθεξις ἐξομοιοῖ τῷ μετεχομένῳ τὸ μετέχον καὶ συμφυὲς ἀποτελεῖ, δῆλον δὴ ὅτι θείαν εἶναι ψυχὴν ἀνάγκη τὴν τοῦ θείου νοῦ μετέχουσαν καὶ εἰς θεῖον νοῦν ἀνηρτημένην, καὶ διὰ μέσου τοῦ νοῦ τῆς ἐν αὐτῷ θεότητος μετέχειν. ἡ γὰρ θεότης συνεξάπτει τῷ νῷ τὴν μετέχουσαν αὐτοῦ ψυχὴν καὶ συνδεῖ τῷ θείῳ τὸ θεῖον. 183 Πᾶς νοῦς μετεχόμενος