1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

37

Χοσρόην ἀκούσαντες στράτευμα στέλλειν ἐνταῦθα διὰ σπουδῆς ἔχειν τούς τε τὰ φρούρια ταῦτα 3.7.9 καθέξοντας. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς ταύτην δὴ τὴν Σεβαστούπολιν ἀνανεωσάμενος ξύμπασαν, καὶ τῷ μὲν περιβόλῳ τοῖς τε ἄλλοις ὀχυρώμασι πεποιημένος ἀνάλωτον, ταῖς δὲ ἀγυιαῖς καὶ ταῖς ἄλλαις οἰκοδομίαις διακοσμήσας, τῷ τε κάλλει καὶ τῷ μεγέθει πόλιν τανῦν ἀξιολογωτάτην ἐν τοῖς μάλιστα κατεστήσατο. 3.7.10 Καὶ μὴν καὶ Βοσπόρου καὶ Χερσῶνος πόλεων, αἵπερ κατὰ τὴν ἐκείνῃ ἀκτὴν ἐπιθαλασσίδιαι μετὰ λίμνην τε τὴν Μαιώτιδα καὶ τοὺς Ταύρους καὶ Ταυροσκύθας ἐν ἐσχάτῳ οἰκοῦνται τῆς Ῥωμαίων ἀρχῆς, πεπονηκότα παντάπασι τὰ τείχη εὑρὼν ἐς μέγα τι κάλλους τε καὶ ἀσφα3.7.11 λείας κατεστήσατο χρῆμα. ἔνθα δὴ καὶ φρούρια πεποίηται τό τε Ἀλούστου καλούμενον καὶ τὸ ἐν Γορζουβίταις. 3.7.12 διαφερόντως δὲ τὴν Βόσπορον τῷ ἐρύματι ἐκρατύνατο, ἥνπερ ἐκ παλαιοῦ βεβαρβαρωμένην καὶ ὑπὸ τοῖς Οὔννοις κειμένην ἐς τὸ Ῥωμαίων αὐτὸς μετήνεγκε κράτος. 3.7.13 ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, ∆όρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται, οἳ Θευδερίχῳ ἐς Ἰταλίαν ἰόντι οὐκ ἐπισπόμενοι, ἀλλ' ἐθελούσιοι αὐτοῦ μείναντες, Ῥωμαίων καὶ εἰς ἐμέ εἰσιν ἔνσπονδοι· ξυνστρατεύουσί τε αὐτοῖς ἐπὶ πολεμίους τοὺς σφετέρους 3.7.14 ἰοῦσιν, ἡνίκα ἂν βασιλεῖ βουλομένῳ εἴη. ἐξικνοῦνται δὲ ἐς τρισχιλίους, καὶ τά τε πολέμια ἔργα εἰσὶν ἄριστοι τά τε ἐς τὴν γεωργίαν αὐτουργοὶ δεξιοί, καὶ φιλοξενώ3.7.15 τατοι δέ εἰσιν ἀνθρώπων ἁπάντων. αὐτὴ δὲ ἡ χώρα τὸ ∆όρυ τῆς μὲν γῆς ἐν ὑψηλῷ κεῖται, οὐ μέντοι οὔτε τραχεῖα οὔτε σκληρά ἐστιν, ἀλλ' ἀγαθή τε καὶ εὔφορος 3.7.16 καρπῶν τῶν ἀρίστων. πόλιν μὲν οὖν ἢ φρούριον οὐδαμῆ τῆς χώρας ὁ βασιλεὺς ἐδείματο ταύτης, κατείργεσθαι περιβόλοις τισὶν οὐκ ἀνεχομένων τῶν τῇδε ἀνθρώπων, 3.7.17 ἀλλ' ἐν πεδίῳ ἀσμενέστατα ᾠκημένων ἀεί. ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίων βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περιβαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει. 3.7.18 Πόλιν δέ τινα ἐπιθαλασσίαν οἰκοῦσι Θρᾷκες παρὰ τὴν ἠϊόνα τοῦ Εὐξείνου Πόντου, Ἀγχίαλον ὄνομα, ἧσπερ ἐν ἐπιτηδείῳ μνησθείημεν ἄν, περιηγούμενοι τὰ ἐπὶ τῆς 3.7.19 Θρᾴκης χωρία. ἐπεὶ δὲ τανῦν ὁ λόγος ἡμῖν διελήλυθεν ὅσα παρὰ τὴν ἀκτὴν τοῦ Εὐξείνου πόντου δεδημιούργηται τῷ βασιλεῖ τούτῳ, οὐδέν τι χεῖρον ἀφηγήσασθαι ἐνταῦθα τοῦ λόγου ὅσα δὴ ἐπὶ τῆς Ἀγχιάλου ταύτης 3.7.20 ἐδείματο. ἐνταῦθα οὖν πηγαὶ θερμῶν φύσει ὑδάτων ἀναβλυστάνουσι, τῆς πόλεως οὐ πολλῷ ἄποθεν ἀπαυτο3.7.21 ματίζουσαι βαλανεῖα τοῖς τῇδε ἀνθρώποις· τοῦτον δὲ τὸν χῶρον ἀτείχιστον ἐκ παλαιοῦ ὄντα ὑπερεώρων οἱ προβεβασιλευκότες τὰ πρότερα, καίπερ ἐν γειτόνων ᾠκημένων αὐτῷ βαρβαρικῶν ἐθνῶν τοσούτων τὸ πλῆθος. 3.7.22 ἐπεχωρίαζόν τε αὐτῷ οἱ νενοσηκότες τὰ σώματα, μετὰ 3.7.23 κινδύνων τὴν παραψυχὴν κομιζόμενοι. τειχήρη τοίνυν αὐτὸν ἐν τῷ παρόντι πεποιημένος Ἰουστινιανὸς βασιλεύς, 3.7.24 ἀκίνδυνον διεπράξατο σφίσι τὴν ἄκεσιν εἶναι. τὰ μὲν οὖν γῆς τῆς ἑῴας, ἔτι μέντοι καὶ Ἀρμενίας καὶ Τζανικῆς ὀχυρώματα καὶ τά γε ἀμφὶ τὸν Εὔξεινον πόντον, τῇδε 3.7.25 Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἡμῖν δὲ ἐνθένδε ἐπὶ τὰς οἰκοδομίας ἰτέον, ἅσπερ ἐν Εὐρώπῃ τῇ ἄλλῃ πεποίηται. 4.τ.1 ΛΟΓΟΣ ∆ʹ. 4.1.1 Πέλαγος μέγα νηὶ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθηρόν τε ἡγοῦμαι εἶναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς ἔμπλεων. ταὐτὸ δέ ἐστι τὰς Ἰουστινιανοῦ βασιλέως 4.1.2 οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. ψυχῆς γὰρ μεγέθει ὁ βασιλεὺς οὗτος τά τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τὰ ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέ4.1.3 πρακται κρείσσω. ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουργίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπό4.1.4 νηται πρόχειρα. γεγένηται γὰρ ἐπαξίως τῷ τε γειτονήματι ποταμοῦ Ἴστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμέ4.1.5 νους τῇ χώρᾳ βαρβάρους ἀνάγκῃ. ἔθνη γὰρ αὐτῇ γειτονοῦντα διακεκλήρωται Οὐννικά τε καὶ Γοτθικά, καὶ τὰ ἐν Ταύροις καὶ