37
γλυκύτερον δὲ φαίνεται, πι κρᾶς τινος παρατεθείσης ποιότητος· καὶ τὴν ὑγείαν ἀξιέραστον μὲν ἅπαντες νομίζουσι, μετὰ δὲ νόσον, ἀξιεραστοτέραν νομίζουσι· καὶ γαλήνη δὲ θυμηρε στέρα μετὰ χειμῶνα. Οὕτω καὶ τὴν ἀλήθειαν οἱ σω φρονοῦντες ἀξιόκτητον ἴσασι χρῆμα· λαμπροτέρον 83.441 δὲ ὅμως αὐτὴν καὶ θειοτέραν παρεξεταζόμενον ἀπο φαίνει τὸ ψεῦδος. Ἐπειδὴ τοίνυν τὸ τοῦ ψεύδους ἐπεδείξαμεν αἶσχος, καὶ τοὺς αἱρετικοὺς ἐγυμνώσα μεν μύθους, καὶ δῆλον αὐτῶν γεγένηται καὶ τὸ δυσ σεβὲς, καὶ τὸ ἀτερπὲς καὶ ἀπίθανον, φέρε τούτοις τὴν εὐαγγελικὴν παραθέντες διδασκαλίαν, δείξωμεν φωτὸς καὶ ζόφου διαφορὰν, καὶ ὑγείας ἄκρας καὶ νόσου χαλεπωτάτης. Ἀλλὰ γὰρ οὐκ ἔστιν εὑρεῖν εἰκόνα τῇ προκειμένῃ παρεξετάσει συμβαίνουσαν. Καὶ γὰρ καὶ τὸ σκότος, εἰ καὶ τοῦ φωτὸς ἀπολείπε ται, ἀλλ' οὖν χρείαν τοῖς ἀνθρώποις ἀναγκαίαν προσ φέρει· τοῖς γὰρ μεθ' ἡμέραν πονοῦσιν τὴν ἀνάπαυ λαν ἡ νὺξ πραγματεύεται. Καὶ ἡ νόσος δὲ πολλοῖς γέγονεν ὀνησιφόρος· τὸν γὰρ Σωτῆρα διὰ ταύτης καὶ ∆ημιουργὸν ἐπιγνόντες, καὶ τῶν ἀνιαρῶν ἐπηγγείλαντα τὴν ἀπαλλαγὴν, καὶ τυχόντες ὧν ᾔτη σαν, ἐφρόντισαν ἀρετῆς. Ἐκ δὲ τῶν παμπονήρων μύθων ἐκείνων, καὶ τῶν ἀῤῥήτων βλασφημιῶν, πᾶσα λώβη φαίνεται τοῖς πειθομένοις. Οὐκ οὖν ἔστιν εὑ ρεῖν ἐναντίαν εἰκόνα τῇ τῶν ἐναντίων τούτων δογμά των διαφορᾷ· μᾶλλον δὲ, μίαν εὗρον λίαν ἐναργε στάτην. Ὅσον γὰρ Θεοῦ καὶ διαβόλου τὸ μέσον, το σαύτη τῆς τοῦ Θεοῦ καὶ διαβόλου διδασκαλίας δια φορά. Καὶ τοῦτο δείξει σαφέστερον τοῖς μύθοις ἐκείνοις παρατιθέμενον τῶν θείων λογίων τὸ κάλλος, τὰς τοῦ νοεροῦ φωτὸς ἐκπέμπον μαρμαρυγάς. Χρὴ δὲ καὶ πρὸ τῶν ἄλλων ἁπάντων εἰπεῖν, τίνα περὶ τῆς τῶν ὅλων ἀρχῆς ἐδιδάχθημεν. Αʹ. -Περὶ ἀρχῆς καὶ Πατρός. Μίαν εἶναι τῶν ὅλων ἀρχὴν καὶ ἡ Παλαιὰ καὶ ἡ Καινὴ διδάσκει Γραφὴ, τὸν Θεὸν τῶν ὅλων, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγέννητον, ἀνώλεθρον, αἰώνιον, ἄπειρον, ἀπερίγραφον, ἀπεριό ριστον, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἁπλοῦν, ἀγαθὸν, δίκαιον, φῶς νοερὸν, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ θείῳ βουλήματι μετρου μένην. Ὅσα γὰρ βούλεται, δύναται· καὶ τοῦτο ἡμᾶς ὁ Προφήτης σαφῶς ἐδίδαξε· "Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν." Τῶν εἰρημένων δὲ διδάσκαλος ἡ θεία Γραφή. Ἀκούομεν γὰρ τοῦ Θεοῦ λέγοντος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· "Ἐγὼ Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ." Καὶ πάλιν· "Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Συνῳδὰ δὲ τούτοις καὶ διὰ Ἡσαΐου τοῦ προ φήτου διδάσκει· "Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός." -"Ἔμπροσθέν μου οὐκ ἔστιν ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι." Καὶ πάλιν· "Ἐγὼ Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται." Καὶ πάλιν· "Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ· δίκαιος σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ." Σαφῶς δὲ διὰ τούτων τοὺς Βαλεντίνου, καὶ Μάρκου, καὶ Βασιλίδου, καὶ Μαρκίωνος διελέγχει λήρους. Οὔτε 83.444 γὰρ πρὸ αὐτοῦ, οὔτε μετ' αὐτὸν, ἕτερον εἶναι λέγει Θεὸν, ἀλλὰ τὸν αὐτὸν εἶναι καὶ πρῶτον καὶ ἔσχατον. Συμφωνεῖ δὲ τούτοις τῶν ἱερῶν Εὐαγγελίων ἡ θεία διδασκαλία. Ὁ γὰρ Σωτὴρ καὶ Κύριος ἡμῶν πᾶσαν τὴν ὑπὲρ ἡμῶν δικαιοσύνην πληρῶν (αὐτὸς γὰρ ἔφη πρὸς τὸν Ἰωάννην· "Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην"), κατεδέξατο, ἅτε δὴ ἄνθρωπος ὢν, καὶ τὴν χρείαν τῆς προσευχῆς, καὶ τὸν Πατέρα διδάξαι τοὺς ἀποστόλους ἀπήγγειλεν· ἐν σχήματι δὲ προσευχῆς τὴν τῆς θεολογίας διδασκα λίαν τοῖς μαθηταῖς προσενήνοχεν. "Αὕτη γάρ ἐστι, φησὶν, ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν