37
ἀνταποδώσει μοι. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου· καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δι καιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ' ἐμοῦ." Οὐκ ἄδικον, φησὶ, ποιεῖταί μου πρόνοιαν, ἀλλὰ καὶ τὸν ἐμὸν σκοπὸν ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ἐμοὶ σπουδὴ πάσας αὐτοῦ φυλάττειν τὰς ἐντολάς· ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέ πων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν περὶ τὸν Θεὸν κτησαμένους· οὐδὲ γὰρ τὸν τῶν οἰκείων κατορθωμάτων κατάλογον γυμνῶσαι πᾶσιν ὁ προφήτης ἠθέλησεν, ἀλλ' ὑποθέσθαι πῶς οἷόν τε τῆς θείας ἀπολαῦσαι προνοίας. κδʹ. "Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ." Καὶ πῶς δυνατὸν τοῦτο κατορθῶσαι; "Καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου." Ἀπεχόμενος, φησὶν, ἐκείνων ἃ κακῶς εἰργασάμην, ἄμωμος εἰς τὸν ἐπιόντα γενήσομαι χρόνον· οὕτως ὁ μέγας ∆αβὶδ τῶν οἰκείων 80.981 κατορθωμάτων μνημονεῦσαι βιασθεὶς, ἵνα δείξῃ τῆς τοῦ Θεοῦ προμηθείας τὸ δίκαιον, οὐκ ἠνέσχετο τὴν γεγενημένην κρύψαι παρανομίαν. κεʹ. "Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ." Τότε δὴ, φησὶν, ὅταν παντελῶς ἄμωμος γένωμαι, τελείων τεύξομαι τῶν ἀγαθῶν. Πάντα γὰρ ἐφορᾷ ὁ τῶν ὅλων Θεὸς, καὶ πρὸς τὰς ἀγαθὰς πράξεις, ταύτας γὰρ ὠνόμασε χειρῶν καθαρότητα, καὶ τὸν εὐσεβῆ τῆς διανοίας σκοπὸν, ποιεῖται τὰς ἀντιδόσεις. Εἶτα τοῦτο αὐτὸ σαφέστερον ἐκπαιδεύει. κʹ, κζʹ. "Μετὰ ὁσίου ὁσιωθήσῃ· καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ. Καὶ μετὰ ἐκλεκτοῦ ἐκλε κτὸς ἔσῃ. Καὶ μετὰ στρεβλοῦ διαστρέψεις." Πρὸς τὰς γνώμας τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ ∆έσποτα. Τοῖς γὰρ ὁσίοις παρέχεις τὰ τῆς ὁσιό τητος ἄξια· καὶ τοῖς ἀθώοις, καὶ τῆς ἁμαρτίας ἀπηλλαγμένοις, τὰ πρόσφορα· καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις, τὰ τέλεια· τοῖς δὲ τοῦ εὐθέως ἐκτρα πεῖσι, καὶ τὴν ἐναντίαν ὁδεύουσι, κατάλληλον παρασκευάζεις εὑρεῖν τῆς ὁδοῦ τὸ τέλος. Πῶς καὶ τίνι τρόπῳ; κηʹ. "Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις· καὶ ὀφθαλ μοὺς ὑπερηφάνων ταπεινώσεις." Τοὺς μὲν γὰρ ἢ μετρίῳ φρονήματι κεχρημένους, ἢ ἐκ περιστά σεως τεταπεινωμένους, σωτηρίας ἀξιοῖς, καὶ περιφανεῖς ἀποφαίνεις· τοὺς δὲ τὰς ὀφρῦς αἴροντας, καὶ τύφῳ δουλεύοντας, κύπτειν εἰς γῆν ἀναγκάζεις, καὶ τῆς φύσεως λογίζεσθαι τὴν εὐτέλειαν. κθʹ. "Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου." Ἐπειδὴ σκότος πολ λάκις τὰς θλίψεις ἐκάλεσεν, εἰκότως φῶς ὀνομά ζει τὴν τούτων ἀπαλλαγήν. Ταύτης δέ φησιν ἀπο λαύω παρὰ σοῦ τῆς προνοίας· ἐπειδὴ ὁ λύχνος ὁ τὸ ἀληθινὸν ὑποδεξάμενος φῶς· καλεῖ δὲ οὕτω τὴν τοῦ δούλου μορφήν· ἐμός τέ ἐστι, καὶ ἐκ τῆς ἐμῆς ὀσφύος πλασθήσεται. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ· ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." λʹ. "Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος." Πᾶσαν ἐπιβουλὴν, καὶ πᾶσαν ἐνέδραν· πειρατήριον γὰρ καὶ τεῖχος τὴν ἐνέδραν καλεῖ· διὰ τῆς σῆς διαφεύ ξομαι χάριτος. λαʹ. "Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ." ∆ι καίως ἰθύνεις τὰ σύμπαντα· καὶ τούτου χάριν θαῤῥῶ. "Τὰ λόγια Κυρίου πεπυρωμένα." Τοῦτο 80.984 δὲ παρὰ τῶν ἀψευδῶν σου λογίων μεμάθηκα· "πε πυρωμένα" γὰρ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰ δόκιμα λέγει, καὶ ψεύδους ἀπηλλαγμένα. "Ὑπερ ασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν." Οὐκ ἐγὼ δὲ μόνος· ἀλλὰ καὶ πάντες οἱ ταύτην εἰς αὐτὸν ἔχοντες τὴν ἐλπίδα, τῆς αὐτῆς ἀπολαύσονται βοηθείας. λβʹ. "Ὅτι τίς Θεὸς παρὲξ τοῦ Κυρίου ἡμῶν, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;" Οὐδὲ γάρ ἐστι Θεὸς ἕτερος· ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ πα ράσχῃ τὴν αἴτησιν. λγʹ. "Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν· καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου." Τῇ αὐτοῦ δυνάμει ῥωσθεὶς κἀγὼ τὴν εὐθεῖαν τρίβον ὁδεύειν ἐπεί γομαι. λδʹ. "Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλά φου· καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με." Καθάπερ γὰρ τοῖς ἐλάφοις ἔδωκε κατὰ φύσιν τὰ ἰοβόλα θηρία καταπατεῖν· οὕτω με