37
φοβεροῦ βήματος, αὐτὸς ἀποδιδοὺς καθὼς διεθέμεθα καὶ πεπράχαμεν· τὸ γάρ, εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, οὐ πρὸς ἡμῶν τῶν ἁμαρτωλῶν φθέγγεσθαι. Ἡμεῖς τοίνυν καὶ τοῦ ἁγιωτάτου πατριάρχου μνημονεύομεν, ὡς καθήκει, ἐν τῇ μυσταγωγίᾳ, ὥσπερ καὶ τῶν εὐσεβῶν ἡμῶν βασιλέων, καὶ ἐκ παντὸς ἱερέως ἀδιαβλήτου κοινωνεῖν οὐ παραιτούμεθα. γεγράφαμέν τε αὐτῷ τῷ ἀρχιερεῖ, ἐπεὶ καὶ τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν γνωστὸν γέγονεν, ὅτι ἐν οὐδενὶ διαφερόμεθα ἢ μόνον διὰ τὸν Ἰωσήφ, καὶ ἡνίκα οὗτος ὑποσταλῇ τῆς ἱερουργίας, εὐθὺς συγκοινωνοῦμεν αὐτῷ. καὶ ποθητὸς ἡμῖν ὁ ἀνήρ, οὐ μόνον ὅτι κορυφὴ τῆς καθ' ἡμᾶς ἐκκλησίας γέγονεν, ἀλλ' ὅτι καὶ σεβαστὸς ἡμῖν ἦν ἔκπαλαι· καὶ ὅσα τοῦ βίου αὐτοῦ καλά, ἀποσεμνύνειν οὐ παυόμεθα. Εἰ δὲ φθάσει ὅτι καὶ αὐτὸς ἀποδέχεται τὸν ζῆλον (ἐῶ γὰρ λέγειν ἐπισκόπους ἁγίους ἡγουμένους τε καὶ μονάζοντας καὶ πλῆθος λαϊκῶν), τί φαίη ἡ σὴ φιλότης; διὸ ἴσθι μὴ εἶναι σχίσμα τῆς ἐκκλησίας, ἀλλ' ἀληθείας ἐπικράτησιν καὶ τῶν θείων νόμων ἐκδίκησιν· ἑτέρως δέ, ὡς ἔφθη εἰποῦσα ἡ τιμιότης σου, τῆς ἀληθείας ῥῆξις καὶ τῶν κανόνων παράλυσις. καὶ ἐκεῖνο ἔχοι καλῶς λέγεσθαι, οἱ ἱερεῖς ἠθέτουν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. τὸ γὰρ μὴ ἔχειν σπίλον ἢ ῥυτίδα, ἵνα καὶ πάλιν εἴπωμεν, οὕτω νοείτω, τὸ μὴ προσιεμένην τά τε ἀσεβῆ δόγματα καὶ τὰ ἀκανόνιστα ἐγχειρήματα, οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα συμφρονήματα, ὥς πού φησιν ὁ θεῖος Βασίλειος· πρὸς ἃ Παῦλος ὁ μέγας οὐδὲ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ. ἐπεὶ ἀπὸ τῶν ἀποστόλων καὶ κατόπιν πολλαχῶς πολλαὶ αἱρέσεις προσερράγησαν αὐτῇ καὶ ῥυπάσματα ἄθεσμα καὶ ἀκανόνιστα ἐπεπόλασαν, ὥσπερ καὶ τὸ νῦν· ἀλλὰ μὴν αὐτὴ τῷ προειρημένῳ τρόπῳ ἄσχιστος καὶ ἀμώμητος διαμεμένηκεν καὶ διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρουμένων καὶ ἀποπεμπομένων πάντων ἀπ' αὐτῆς τῶν κακῶς φρονησάντων ἢ πραξάντων, ὥσπερ ἐξ ἀσείστου καὶ παραλίου πέτρας τὰ προσρήσσοντα κύματα. Εἰς ἑαυτοὺς οὖν γενώμεθα, ὦ ἀδελφέ, καὶ ἀπίδωμεν πρὸς τὸ φῶς τῆς ἀληθείας, καὶ τῶν ἱερῶν κανόνων ὥσπερ καὶ τῶν δογμάτων ἐγκρατεῖς φαινοίμεθα μάλιστα ἡμεῖς οἱ μονάζοντες, μάλιστα ἡμεῖς οἱ δοκοῦντες εἶναί τι. εἰ γὰρ τὸ ἐν ἡμῖν φῶς σκότος, τὸ σκότος πόσον; καὶ εἰ τὸ ἅλας μωρανθήσεται, ἐν τίνι ἁλισθήσονται οἱ λαϊκοί; ἡμεῖς οἰόμεθά σε καὶ εὐχόμεθα τῶν αὐτόθι σωτῆρα εἶναι καὶ φωστῆρα καὶ λύχνον εὐσεβείας καὶ ἀκριβείας, οὐκ ἐκ τοῦ πᾶσι τὰ πάντα γίγνεσθαι, ἀλλ' ἐκ τοῦ τῆς ἀρετῆς ὕψους καὶ ἐκ τοῦ κεκανονισμένου βίου καὶ ἐκ τοῦ ἱεροπρεποῦς πολιτεύματος. καὶ φέρε ἀδελφοῦ σου ὑπόμνησιν, ἀγαπητικὴν οὖσαν καὶ φιλαλήθη καὶ θεόκριτον. καὶ τὰ πλείω λέγειν ἡ ἐπιθυμία με ἕλκει, ἡ ἀμετρία δὲ τοῦ γράμματος συνέλκουσα ἐνταῦθα ἡμᾶς καταπαύει. ἀπεδεξάμεθά σου τοίνυν τὴν εὐλογίαν τὴν πλουσίαν· καὶ ὅτι ἐφρόντισας περὶ τῆς ταπεινώσεως τοῦ μοναστηρίου σου, δεῖγμα μὲν τοῦ φείδεσθαι καὶ πονεῖν ὑπὲρ αὐτοῦ, κόπος δέ σου ἱκανός. Ἀλλ' ὁ Κύριος ἀνταμείψεταί σε οἷς χρῄζεις, τὴν τῶν ἀρετῶν ἐπανάληψιν καὶ τὴν τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀπόλαυσιν. 29 {1Λέοντι ὀρφανοτρόφῳ}1 Ἐβουλόμεθα ἡμεῖς αὐτοὶ παρεῖναι καὶ κοινωνῆσαι τῆς ἐνούσης ὑμῖν συμφορᾶς περὶ τὸ μακάριον ὑμῶν τέκνον, κύριέ μου ποθεινότατε, οὐχ ὅτι διὰ γράμματος θρηνῳδῆσαι τὸ πάθος καὶ συμμετασχεῖν ὑμῖν τοῦ λυπηροῦ. πῶς γὰρ οὐκ ἐλεεινόν, πῶς δὲ οὐκ ἐκστατικόν, παιδὸς ἐπὶ παιδὶ στέρησιν παθεῖν καὶ οἷον ἀπολέσαι τὸν ἔμψυχον θησαυρόν, τὸν πλοῦτον τῆς γονικῆς διαδοχῆς, τὸν πολύευκτον καρπὸν τῆς μητρῴας θηλῆς, τὸν περικαλλῆ ὀφθαλμὸν τῆς οἰκίας, τῆς προμήτορος τὸ ἀγαλλίαμα, τῆς ὅλης συγγενείας τὸ σεμνολόγημα; ἧκεν ὁ πρῶτος καρπός, καὶ ἄωρος ἐκ τῶν γονικῶν χειρῶν ἀνηρπάσθη. ἔφυ ὁ δεύτερος, καὶ τοῦτον ἐλυμήνατο ὁ πικρὸς θάνατος. τέθηλε τὸ τρίτον βλάστημα, παραμυθία τῶν προτέρων, εὐανθές, περικαλλές, ἄγον τὸ βιώσιμον εἰς τριετῆ χρόνον,